§2.67.1καὶ τοῦ αὐτοῦ θέρους τελευτῶντος Ἀριστεὺς Κορίνθιος καὶ Λακεδαιμονίων πρέσβεις Ἀνήριστος καὶ Νικόλαος καὶ Πρατόδαμος καὶ Τεγεάτης Τιμαγόρας καὶ Ἀργεῖος ἰδίᾳ Πόλλις, πορευόμενοι ἐς τὴν Ἀσίαν ὡς βασιλέα, εἴ πως πείσειαν αὐτὸν χρήματά τε παρασχεῖν καὶ ξυμπολεμεῖν, ἀφικνοῦνται ὡς Σιτάλκην πρῶτον τὸν Τήρεω ἐς Θρᾴκην, βουλόμενοι πεῖσαί τε αὐτόν, εἰ δύναιντο, μεταστάντα τῆς Ἀθηναίων ξυμμαχίας στρατεῦσαι ἐπὶ τὴν Ποτείδαιαν, οὗ ἦν στράτευμα τῶν Ἀθηναίων πολιορκοῦν, καὶ ᾗπερ ὥρμηντο, δι’ ἐκείνου πορευθῆναι πέραν τοῦ Ἑλλησπόντου ὡς Φαρνάκην τὸν Φαρναβάζου, ὃς αὐτοὺς ἔμελλεν ὡς βασιλέα ἀναπέμψειν.
在同一个夏天的末尾,科林斯人阿里斯特乌斯、拉刻代蒙人的使节阿内里斯托斯、尼科劳斯和普拉托达摩斯、特格亚人蒂马戈拉斯以及以个人身份随行的阿哥斯人波利斯,在前往亚洲觐见国王的途中(希望能说服他提供资金并共同参战),首先抵达色雷斯拜访了特雷斯的儿子西塔尔克斯。 他们希望如果可能的话,说服他背弃与雅典人的盟约,进军波提代亚(当时雅典军队正在围攻该城),并按照他们原定的计划,穿过他的领土跨过赫勒斯滂,前往法尔纳巴佐斯的儿子法尔纳克斯那里,后者准备将他们送往国王处。
§2.67.2παρατυχόντες δὲ Ἀθηναίων πρέσβεις Λέαρχος Καλλιμάχου καὶ Ἀμεινιάδης Φιλήμονος παρὰ τῷ Σιτάλκῃ πείθουσι τὸν Σάδοκον τὸν γεγενημένον Ἀθηναῖον, Σιτάλκου υἱόν, τοὺς ἄνδρας ἐγχειρίσαι σφίσιν, ὅπως μὴ διαβάντες ὡς βασιλέα τὴν ἐκείνου πόλιν τὸ μέρος βλάψωσιν.
然而,当时恰好在西塔尔克斯处的雅典使节——卡利马科斯的儿子莱阿尔科斯和菲莱蒙的儿子阿梅尼亚德斯,说服了已获得雅典公民身份的西塔尔克斯之子萨多科斯将这些人移交给他们,以免他们跨海去见国王,从而对他的城市造成损害。
§2.67.3ὁ δὲ πεισθεὶς πορευομένους αὐτοὺς διὰ τῆς Θρᾴκης ἐπὶ τὸ πλοῖον ᾧ ἔμελλον τὸν Ἑλλήσποντον περαιώσειν, πρὶν ἐσβαίνειν ξυλλαμβάνει, ἄλλους ξυμπέμψας μετὰ τοῦ Λεάρχου καὶ Ἀμεινιάδου, καὶ ἐκέλευσεν ἐκείνοις παραδοῦναι·
萨多科斯被说服了,趁他们穿过色雷斯走向准备渡过赫勒斯滂的船只时,在他们上船之前将其逮捕(他派了其他人与莱阿尔科斯和阿梅尼亚德斯一同前往),并下令将他们移交给使节们。
οἱ δὲ λαβόντες ἐκόμισαν ἐς τὰς Ἀθήνας.
雅典使节接管了他们后,将他们押送回雅典。
§2.67.4ἀφικομένων δὲ αὐτῶν δείσαντες οἱ Ἀθηναῖοι τὸν Ἀριστέα μὴ αὖθις σφᾶς ἔτι πλείω κακουργῇ διαφυγών, ὅτι καὶ πρὸ τούτων τὰ τῆς Ποτειδαίας καὶ τῶν ἐπὶ Θρᾴκης πάντα ἐφαίνετο πράξας, ἀκρίτους καὶ βουλομένους ἔστιν ἃ εἰπεῖν αὐθημερὸν ἀπέκτειναν πάντας καὶ ἐς φάραγγα ἐσέβαλον, δικαιοῦντες τοῖς αὐτοῖς ἀμύνεσθαι οἷσπερ καὶ οἱ Λακεδαιμόνιοι ὑπῆρξαν, τοὺς ἐμπόρους οὓς ἔλαβον Ἀθηναίων καὶ τῶν ξυμμάχων ἐν ὁλκάσι περὶ Πελοπόννησον πλέοντας ἀποκτείναντες καὶ ἐς φάραγγας ἐσβαλόντες.
他们抵达后,雅典人担心阿里斯特乌斯一旦逃脱,可能会再次对他们造成更严重的危害,因为在此之前,波提代亚和色雷斯沿海的一切事务显然都是由他策划的;因此,他们未经审判,也无视这些人想要为自己申辩的意愿,在当天就将他们全部处死并扔进深谷。 他们认为用拉刻代蒙人首开先例的同样方式进行报复是正当的,因为拉刻代蒙人曾将他们在伯罗奔尼撒附近航行的货船上捕获的雅典及其盟友的商人杀死,并扔进深谷。
πάντας γὰρ δὴ κατ᾽ ἀρχὰς τοῦ πολέμου Λακεδαιμόνιοι ὅσους λάβοιεν ἐν τῇ θαλάσσῃ ὡς πολεμίους διέφθειρον, καὶ τοὺς μετὰ Ἀθηναίων ξυμπολεμοῦντας καὶ τοὺς μηδὲ μεθ’ ἑτέρων.
因为在战争初期,拉刻代蒙人确实将在海上捕获的所有人都作为敌人处死,无论他们是与雅典人并肩作战的人,还是不属于任何一方的中立者。