§2.66.1οἱ δὲ Λακεδαιμόνιοι καὶ οἱ ξύμμαχοι τοῦ αὐτοῦ θέρους ἐστράτευσαν ναυσὶν ἑκατὸν ἐς Ζάκυνθον τὴν νῆσον, ἣ κεῖται ἀντιπέρας Ἤλιδος· εἰσὶ δὲ Ἀχαιῶν τῶν ἐκ Πελοποννήσου ἄποικοι καὶ Ἀθηναίοις ξυνεμάχουν.
与此同时,在同一个夏天,拉刻代蒙人及其盟友率领一百艘战船远征萨昆托斯岛,该岛位于伊利斯对岸;岛上的居民是来自伯罗奔尼撒的亚该亚人的殖民者,并且与雅典人结盟。
§2.66.2ἐπέπλεον δὲ Λακεδαιμονίων χίλιοι ὁπλῖται καὶ Κνῆμος Σπαρτιάτης ναύαρχος.
船上载有长枪兵一千名,以及斯巴达的海军将领克奈摩斯。
ἀποβάντες δὲ ἐς τὴν γῆν ἐδῄωσαν τὰ πολλά.
他们登陆之后,蹂躏了该地的大部分地方。
καὶ ἐπειδὴ οὐ ξυνεχώρουν, ἀπέπλευσαν ἐπ’ οἴκου.
但由于岛民不肯屈服,他们便扬帆返回家园。