§2.59.1μετὰ δὲ τὴν δευτέραν ἐσβολὴν τῶν Πελοποννησίων οἱ Ἀθηναῖοι, ὡς ἥ τε γῆ αὐτῶν ἐτέτμητο τὸ δεύτερον καὶ ἡ νόσος ἐπέκειτο ἅμα καὶ ὁ πόλεμος, ἠλλοίωντο τὰς γνώμας,
在伯罗奔尼撒人第二次入侵之后,雅典人由于他们的土地第二次遭到蹂躏,加之瘟疫与战争同时袭来,便改变了心意。
§2.59.2καὶ τὸν μὲν Περικλέα ἐν αἰτίᾳ εἶχον ὡς πείσαντα σφᾶς πολεμεῖν καὶ δι’ ἐκεῖνον ταῖς ξυμφοραῖς περιπεπτωκότες,πρὸς δὲ τοὺς Λακεδαιμονίους ὥρμηντο ξυγχωρεῖν·
一方面,他们指责伯里克利,认为是他劝说他们进行战争,并因为他自己才陷入了这些不幸;另一方面,他们急于与拉刻代蒙人达成和解。
καὶ πρέσβεις τινὰς πέμψαντες ὡς αὐτοὺς ἄπρακτοι ἐγένοντο.
他们曾派遣一些使节前去,却无功而返。
πανταχόθεν τε τῇ γνώμῃ ἄποροι καθεστηκότες ἐνέκειντο τῷ Περικλεῖ.
在精神上陷入全面困境的他们,开始极力向伯里克利施压。
§2.59.3ὁ δὲ ὁρῶν αὐτοὺς πρὸς τὰ παρόντα χαλεπαίνοντας καὶ πάντα ποιοῦντας ἅπερ αὐτὸς ἤλπιζε, ξύλλογον ποιήσας (ἔτι δ’ ἐστρατήγει) ἐβούλετο θαρσῦναί τε καὶ ἀπαγαγὼν τὸ ὀργιζόμενον τῆς γνώμης πρὸς τὸ ἠπιώτερον καὶ ἀδεέστερον καταστῆσαι·
然而,伯里克利看到他们对眼前的局势感到愤怒,并且所做的一切正是他自己所预料到的,于是召集了公民大会(此时他仍担任将军),希望能够鼓舞他们,并引导他们平息愤怒的情绪,使其恢复到更加温和且无所畏惧的状态。
παρελθὼν δὲ ἔλεξε τοιάδε.
于是,他走上前来,发表了如下演说。