Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §2.58.1-2.58.3

波提代亚围城战中的瘟疫与哈格农的撤退

第 204 段,共 917 段 · 希腊语

内容简介

哈格农与克莱奥蓬波斯率军加入对波提代亚的围攻,但瘟疫在军中爆发导致重大伤亡,哈格农被迫率军撤回雅典,而原先的围城部队仍留在原地。

§2.58.1τοῦ δ’ αὐτοῦ θέρους Ἅγνων ὁ Νικίου καὶ Κλεόπομπος ὁ Κλεινίου, ξυστράτηγοι ὄντες Περικλέους, λαβόντες τὴν στρατιὰν ᾗπερ ἐκεῖνος ἐχρήσατο ἐστράτευσαν εὐθὺς ἐπὶ Χαλκιδέας τοὺς ἐπὶ Θρᾴκης καὶ Ποτείδαιαν ἔτι πολιορκουμένην, ἀφικόμενοι δὲ μηχανάς τε τῇ Ποτειδαίᾳ προσέφερον καὶ παντὶ τρόπῳ ἐπειρῶντο ἑλεῖν.
在同一个夏天,作为伯里克利的同僚将军,尼基亚斯之子哈格农与克莱尼亚斯之子克莱奥蓬波斯,率领伯里克利曾经使用过的军队,立即向色雷斯地区的卡尔基迪基人以及仍在被围困的波提代亚发动远征。 他们抵达后,便向波提代亚运来攻城器械,并企图用尽各种办法将其攻克。
§2.58.2προυχώρει δὲ αὐτοῖς οὔτε ἡ αἵρεσις τῆς πόλεως οὔτε τἆλλα τῆς παρασκευῆς ἀξίως· ἐπιγενομένη γὰρ ἡ νόσος ἐνταῦθα δὴ πάνυ ἐπίεσε τοὺς Ἀθηναίους, φθείρουσα τὴν στρατιάν, ὥστε καὶ τοὺς προτέρους στρατιώτας νοσῆσαι τῶν Ἀθηναίων ἀπὸ τῆς ξὺν Ἅγνωνι στρατιᾶς, ἐν τῷ πρὸ τοῦ χρόνῳ ὑγιαίνοντας.
然而,无论是攻占该城还是其他事务,他们的进展都配不上其准备工作;因为瘟疫在那里也爆发了,极大地折磨着雅典人并摧毁了军队,以至于连先前那些在过去时间里一直健康的雅典士兵,也因受到哈格农随行军队的传染而病倒。
Φορμίων δὲ καὶ οἱ ἑξακόσιοι καὶ χίλιοι οὐκέτι ἦσαν περὶ Χαλκιδέας.
此时,福尔米翁和他的一千六百名士兵已不再卡尔基迪基人附近。
§2.58.3ὁ μὲν οὖν Ἅγνων ἀνεχώρησε ταῖς ναυσὶν ἐς τὰς Ἀθήνας, ἀπὸ τετρακισχιλίων ὁπλιτῶν χιλίους καὶ πεντήκοντα τῇ νόσῳ ἀπολέσας ἐν τεσσαράκοντα μάλιστα ἡμέραις· οἱ δὲ πρότεροι στρατιῶται κατὰ χώραν μένοντες ἐπολιόρκουν τὴν Ποτείδαιαν.
因此,哈格农带着船只退回雅典,在合约大约四十天的时间里,因瘟疫在四千名重装步兵中丧失了一千零五十人;而先前的士兵们则留在原处,继续围困波提代亚。

词汇与语法注释

  1. 2.58.1ᾗπερ ἐκεῖνος ἐχρήσατο — 关系代词 ᾗπερ 是与格。它指代阴性先行词 τὴν στρατιὰν(宾格),并由于动词 ἐχρήσατο(源自 χράομαι,“使用”)支配与格而被同化为与格。指代词 ἐκεῖνος 指的是伯里克利。
  2. 2.58.2τῆς παρασκευῆς ἀξίως — 属格 τῆς παρασκευῆς 由副词 ἀξίως(“配得上……”)所支配。
  3. 2.58.2ἀπὸ τῆς ξὺν Ἅγνωνι στρατιᾶς — 介词短语 ἀπὸ ... στρατιᾶς(“来自与哈格农同行的军队”)修饰不定式 νοσῆσαι(“生病”),表示传染或感染的来源或原因。
  4. 2.58.2τοὺς προτέρους στρατιώτας ... ἐν τῷ πρὸ τοῦ χρόνῳ ὑγιαίνοντας — 分词 ὑγιαίνοντας(宾格阳性复数)与 τοὺς προτέρους στρατιώτας(“先前的士兵”)在性、数、格上保持一致,起定语或让步(“尽管在此之前一直健康”)的作用。它被时间副词短语 ἐν τῷ πρὸ τοῦ χρόνῳ(“在过去的时间里”)所修饰。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §2.58.1-2.58.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:2.58.1-2.58.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。