Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §2.56.1-2.56.6

伯里克利出征伯罗奔尼撒沿海

第 202 段,共 917 段 · 希腊语

内容简介

当伯罗奔尼撒人还在阿提卡境内时,伯里克利率领雅典舰队出征,对伯罗奔尼撒沿海的埃皮达夫鲁斯和普拉西亚伊等城镇进行了袭击和摧残,随后班师回朝。

§2.56.1ἔτι δ’ αὐτῶν ἐν τῷ πεδίῳ ὄντων, πρὶν ἐς τὴν παραλίαν ἐλθεῖν, ἑκατὸν νεῶν ἐπίπλουν τῇ Πελοποννήσῳ παρεσκευάζετο, καὶ ἐπειδὴ ἑτοῖμα ἦν, ἀνήγετο.
在他们(伯罗奔尼撒人)还在平原地区、尚未进入沿海地区时,伯里克利正准备率领一百艘战船对伯罗奔尼撒进行海上袭击;当一切准备就绪,他便启航。
§2.56.2ἦγε δ’ ἐπὶ τῶν νεῶν ὁπλίτας Ἀθηναίων τετρακισχιλίους καὶ ἱππέας τριακοσίους ἐν ναυσὶν ἱππαγωγοῖς πρῶτον τότε ἐκ τῶν παλαιῶν νεῶν ποιηθείσαις· ξυνεστρατεύοντο δὲ καὶ Χῖοι καὶ Λέσβιοι πεντήκοντα ναυσίν.
他在船上载运了四千名雅典重装步兵,以及三百名骑兵,这些骑兵乘坐在当时首次用旧船改建的运马船上;此外,基奥斯人和莱斯沃斯人也率领五十艘战船协同出征。
§2.56.3ὅτε δὲ ἀνήγετο ἡ στρατιὰ αὕτη Ἀθηναίων, Πελοποννησίους κατέλιπον τῆς Ἀττικῆς ὄντας ἐν τῇ παραλίᾳ.
当雅典的这支军队启航时,他们把伯罗奔尼撒人留在了阿提卡的沿海地区。
§2.56.4ἀφικόμενοι δὲ ἐς Ἐπίδαυρον τῆς Πελοποννήσου ἔτεμον τῆς γῆς τὴν πολλήν, καὶ πρὸς τὴν πόλιν προσβαλόντες ἐς ἐλπίδα μὲν ἦλθον τοῦ ἑλεῖν, οὐ μέντοι προυχώρησέ γε.
他们到达伯罗奔尼撒的埃皮达夫鲁斯,蹂躏了那里的大部分土地,并对该城发起进攻,一度抱有攻克它的希望,然而并未能成功。
§2.56.5ἀναγαγόμενοι δὲ ἐκ τῆς Ἐπιδαύρου ἔτεμον τήν τε Τροιζηνίδα γῆν καὶ Ἁλιάδα καὶ Ἑρμιονίδα· ἔστι δὲ ταῦτα πάντα ἐπιθαλάσσια τῆς Πελοποννήσου.
他们从埃皮达夫鲁斯启航,蹂躏了特罗曾、哈利亚斯和赫米奥内的土地;这些地方全都是伯罗奔尼撒的沿海地区。
§2.56.6ἄραντες δὲ ἀπ’ αὐτῶν ἀφίκοντο ἐς Πρασιὰς τῆς Λακωνικῆς πόλισμα ἐπιθαλάσσιον, καὶ τῆς τε γῆς ἔτεμον καὶ αὐτὸ τὸ πόλισμα εἷλον καὶ ἐπόρθησαν.
他们从这些地方启航,到达拉科尼亚的沿海小城镇普拉西亚伊,蹂躏了其土地,并攻占和洗劫了城镇本身。
ταῦτα δὲ ποιήσαντες ἐπ’ οἴκου ἀνεχώρησαν.
做完这些事后,他们便启程回家。
τοὺς δὲ Πελοποννησίους οὐκέτι κατέλαβον ἐν τῇ Ἀττικῇ ὄντας, ἀλλ᾽ ἀνακεχωρηκότας.
当他们回去时,发现伯罗奔尼撒人已不再留在阿提卡,而是已经撤退了。

词汇与语法注释

  1. 2.56.1παρεσκευάζετο — 动词 παρασκευάζω 的单数第三人称未完成过去时中动偏好或被动语态。若作为中动解,未明示的主语承接前一章(2.55.2)的“伯里克利”。虽然也可以解释为被动的无人称结构(“准备工作正在进行”),但将伯里克利作为主语更符合上下文的连贯性。
  2. 2.56.1ἑτοῖμα ἦν — 形容词 ἑτοῖμος 的中性复数主格 100 ἑτοῖμα 与单数动词 ἦν(εἰμί 的单数第三人称未完成过去时)连用。根据古典希腊语语法规则,中性复数主语配单数动词。此处抽象地表示“(各项远征的)准备工作就绪时”。
  3. 2.56.4οὐ μέντοι προυχώρησέ γε — 动词 προχωρέω 的单数第三人称不定过去时 προυχώρησε,带有否定词 οὐ 和语气词 μέντοι ... γε。此处作为无人称动词使用,意为“然而(这番尝试)并没有成功”或“事情进展得并不顺利”。
  4. 2.56.6τοὺς δὲ Πελοποννησίους οὐκέτι κατέλαβον ἐν τῇ Ἀττικῇ ὄντας, ἀλλ᾽ ἀνακεχωρηκότας — 动词 κατέλαβον(他们发现)带有宾语 τοὺς Πελοποννησίους 以及两个分词修饰成分:带否定词 οὐκέτι 的现在分词 ὄντας,和表示已完成动作的完成分词 ἀνακεχωρηκότας(已经撤退)。此结构对比了两种状态,意为“他们发现伯罗奔尼撒人不再留于阿提卡,而是已经撤退了”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §2.56.1-2.56.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:2.56.1-2.56.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。