§2.55.1οἱ δὲ Πελοποννήσιοι ἐπειδὴ ἔτεμον τὸ πεδίον, παρῆλθον ἐς τὴν Πάραλον γῆν καλουμένην μέχρι Λαυρείου, οὗ τὰ ἀργύρεια μέταλλά ἐστιν Ἀθηναίοις.
伯罗奔尼撒人在蹂躏了平原之后,向前推进到被称为“帕拉洛斯”的沿海地区,一直到劳雷翁,那里有雅典人的银矿。
καὶ πρῶτον μὲν ἔτεμον ταύτην ᾗ πρὸς Πελοπόννησον ὁρᾷ, ἔπειτα δὲ τὴν πρὸς Εὔβοιάν τε καὶ Ἄνδρον τετραμμένην.
他们首先蹂躏了朝向伯罗奔尼撒的那一部分,接着又蹂躏了朝向优卑亚和安德罗斯的那一部分。
§2.55.2Περικλῆς δὲ στρατηγὸς ὢν καὶ τότε περὶ μὲν τοῦ μὴ ἐπεξιέναι τοὺς Ἀθηναίους τὴν αὐτὴν γνώμην εἶχεν ὥσπερ καὶ ἐν τῇ προτέρᾳ ἐσβολῇ.
至于伯里克利,当时他也是将军,关于雅典人不应出击迎战这一点,他持有与第一次入侵时相同的意见。