§2.56.1ἔτι δ’ αὐτῶν ἐν τῷ πεδίῳ ὄντων, πρὶν ἐς τὴν παραλίαν ἐλθεῖν, ἑκατὸν νεῶν ἐπίπλουν τῇ Πελοποννήσῳ παρεσκευάζετο, καὶ ἐπειδὴ ἑτοῖμα ἦν, ἀνήγετο.
While they were still in the plain, before they went into the coastal region, Pericles was preparing an expedition of a hundred ships against the Peloponnese, and when all was ready, he put to sea.
§2.56.2ἦγε δ’ ἐπὶ τῶν νεῶν ὁπλίτας Ἀθηναίων τετρακισχιλίους καὶ ἱππέας τριακοσίους ἐν ναυσὶν ἱππαγωγοῖς πρῶτον τότε ἐκ τῶν παλαιῶν νεῶν ποιηθείσαις· ξυνεστρατεύοντο δὲ καὶ Χῖοι καὶ Λέσβιοι πεντήκοντα ναυσίν.
He took on the ships four thousand Athenian hoplites, and three hundred cavalry in horse-transports which were then for the first time constructed out of old ships; and the Chians and Lesbians also joined the expedition with fifty ships.
§2.56.3ὅτε δὲ ἀνήγετο ἡ στρατιὰ αὕτη Ἀθηναίων, Πελοποννησίους κατέλιπον τῆς Ἀττικῆς ὄντας ἐν τῇ παραλίᾳ.
When this Athenian armament put to sea, they left the Peloponnesians in the coastal region of Attica.
§2.56.4ἀφικόμενοι δὲ ἐς Ἐπίδαυρον τῆς Πελοποννήσου ἔτεμον τῆς γῆς τὴν πολλήν, καὶ πρὸς τὴν πόλιν προσβαλόντες ἐς ἐλπίδα μὲν ἦλθον τοῦ ἑλεῖν, οὐ μέντοι προυχώρησέ γε.
And arriving at Epidauros in the Peloponnese, they ravaged most of the land, and having made an assault upon the city, they came into hope of taking it, but yet it did not succeed.
§2.56.5ἀναγαγόμενοι δὲ ἐκ τῆς Ἐπιδαύρου ἔτεμον τήν τε Τροιζηνίδα γῆν καὶ Ἁλιάδα καὶ Ἑρμιονίδα· ἔστι δὲ ταῦτα πάντα ἐπιθαλάσσια τῆς Πελοποννήσου.
And putting to sea from Epidauros, they ravaged the territory of Troezen, Halieis, and Hermione; all these places are on the coast of the Peloponnese.
§2.56.6ἄραντες δὲ ἀπ’ αὐτῶν ἀφίκοντο ἐς Πρασιὰς τῆς Λακωνικῆς πόλισμα ἐπιθαλάσσιον, καὶ τῆς τε γῆς ἔτεμον καὶ αὐτὸ τὸ πόλισμα εἷλον καὶ ἐπόρθησαν.
Setting sail from these, they came to Prasiae, a coastal town of Laconia, and ravaged part of its territory, and took and plundered the town itself.
ταῦτα δὲ ποιήσαντες ἐπ’ οἴκου ἀνεχώρησαν. τοὺς δὲ Πελοποννησίους οὐκέτι κατέλαβον ἐν τῇ Ἀττικῇ ὄντας, ἀλλ᾽ ἀνακεχωρηκότας.
Having done this, they returned home; and they found the Peloponnesians no longer in Attica, but already withdrawn.