Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §2.53.1-2.53.4

瘟疫引发的道德失序与律法废弛

第 199 段,共 917 段 · 希腊语

内容简介

描写了雅典瘟疫如何导致人们在道德和法律上的彻底失序(无法无天)。面对生命与财富的极端短暂,人们放弃了长远的道德追求,转而只追求眼前的享乐与私利。

§2.53.1πρῶτόν τε ἦρξε καὶ ἐς τἆλλα τῇ πόλει ἐπὶ πλέον ἀνομίας τὸ νόσημα.
这场瘟疫首先在城邦内的其他方面也引发了更大程度的无法无天。
ῥᾷον γὰρ ἐτόλμα τις ἃ πρότερον ἀπεκρύπτετο μὴ καθ’ ἡδονὴν ποιεῖν, ἀγχίστροφον τὴν μεταβολὴν ὁρῶντες τῶν τε εὐδαιμόνων καὶ αἰφνιδίως θνῃσκόντων καὶ τῶν οὐδὲν πρότερον κεκτημένων, εὐθὺς δὲ τἀκείνων ἐχόντων.
因为人们看到富人突然死去,而以前一无所有的人却立即占有了他们的财产,这种境遇的骤然转变,使人们更容易放胆去做那些以前为了享乐而隐瞒着做的事情。
§2.53.2ὥστε ταχείας τὰς ἐπαυρέσεις καὶ πρὸς τὸ τερπνὸν ἠξίουν ποιεῖσθαι, ἐφήμερα τά τε σώματα καὶ τὰ χρήματα ὁμοίως ἡγούμενοι.
因此,他们认为应该追求及时的享受,并且是导向快乐的享受,因为他们认为身体和财富同样都只是朝夕之间的事情。
§2.53.3καὶ τὸ μὲν προσταλαιπωρεῖν τῷ δόξαντι καλῷ οὐδεὶς πρόθυμος ἦν, ἄδηλον νομίζων εἰ πρὶν ἐπ’ αὐτὸ ἐλθεῖν διαφθαρήσεται· ὅτι δὲ ἤδη τε ἡδὺ πανταχόθεν τε ἐς αὐτὸ κερδαλέον, τοῦτο καὶ καλὸν καὶ χρήσιμον κατέστη.
对于为被认为高尚的事业而预先付出艰辛,没有一个人愿意这样做,因为他们认为无法确定自己是否会在实现它之前就死去了;相反,凡是已经令人感到愉快、且从各方面来看都有利于此的事情,就被确立为既高尚又实用的东西。
§2.53.4θεῶν δὲ φόβος ἢ ἀνθρώπων νόμος οὐδεὶς ἀπεῖργε, τὸ μὲν κρίνοντες ἐν ὁμοίῳ καὶ σέβειν καὶ μὴ ἐκ τοῦ πάντας ὁρᾶν ἐν ἴσῳ ἀπολλυμένους, τῶν δὲ ἁμαρτημάτων οὐδεὶς ἐλπίζων μέχρι τοῦ δίκην γενέσθαι βιοὺς ἂν τὴν τιμωρίαν ἀντιδοῦναι, πολὺ δὲ μείζω τὴν ἤδη κατεψηφισμένην σφῶν ἐπικρεμασθῆναι, ἣν πρὶν ἐμπεσεῖν εἰκὸς εἶναι τοῦ βίου τι ἀπολαῦσαι.
无论是对神明的敬畏还是人间的法律,都无法约束他们。 一方面,因为看到所有人都在无差别地死去,他们便认为敬神与不敬神是一样的;另一方面,没有人期望自己能活到接受审判并为自己的罪行付出代价的那一天,反而认为一项已经对他们作出的、判决要重得多的惩罚正悬在头上,在它落下来之前,享受一下生活才是合情合理的。

词汇与语法注释

  1. 2.53.1ἀπεκρύπτετο μὴ καθ’ ἡδονὴν ποιεῖν — 否定词 μὴ 是在表示否认或隐瞒的动词(此处为 ἀπεκρύπτετο,“隐瞒”)之后出现的冗余否定(双重否定),不需译出。该句意为“以前为了享乐而隐瞒着做的事情”。
  2. 2.53.3ὅτι δὲ ἤδη τε ἡδὺ — 此处的 ὅτι 不是连词(“因为”或“即”),而是关系代词 ὅστις 的中性单数主格,意为“凡是……的事物”,引导一个关系从句,其先行词是主句中的指示代词 τοῦτο。
  3. 2.53.4βιοὺς ἂν τὴν τιμωρίαν ἀντιδοῦναι — 语气词 ἄν 虽然紧邻分词 βιούς(βιόω 的不定过去时分词),但在语法上修饰不定式 ἀντιδοῦναι(“付出代价、受罚”),与 ἐλπίζων(“期望”)连用,表示潜在或将来的可能性,意为“不期望能活到付出代价的那一天”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §2.53.1-2.53.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:2.53.1-2.53.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。