§2.54.1τοιούτῳ μὲν πάθει οἱ Ἀθηναῖοι περιπεσόντες ἐπιέζοντο, ἀνθρώπων τ’ ἔνδον θνῃσκόντων καὶ γῆς ἔξω δῃουμένης.
雅典人陷入了如此灾难并备受折磨,城内人口不断死亡,城外土地则被蹂躏。
§2.54.2ἐν δὲ τῷ κακῷ οἷα εἰκὸς ἀνεμνήσθησαν καὶ τοῦδε τοῦ ἔπους, φάσκοντες οἱ πρεσβύτεροι πάλαι ᾄδεσθαι
"
‘ἥξει Δωριακὸς πόλεμος καὶ λοιμὸς ἅμ’ αὐτῷ.
在这场灾难中,正如人在此时通常会做的那样,他们也想起了这句诗,老人们说这句诗自古以来就被人传唱: "“多利亚人的战争将会到来,与之同行的将是瘟疫。
’
" §2.54.3ἐγένετο μὲν οὖν ἔρις τοῖς ἀνθρώποις μὴ λοιμὸν ὠνομάσθαι ἐν τῷ ἔπει ὑπὸ τῶν παλαιῶν, ἀλλὰ λιμόν, ἐνίκησε δὲ ἐπὶ τοῦ παρόντος εἰκότως λοιμὸν εἰρῆσθαι· οἱ γὰρ ἄνθρωποι πρὸς ἃ ἔπασχον τὴν μνήμην ἐποιοῦντο.
” "于是人们之间产生了争论,有人认为古人在诗中所说的不是“瘟疫”而是“饥荒”,但在目前的情况下,大家自然而然地认为所说的是“瘟疫”的意见占了上风;因为人们是根据自己当时所遭受的苦难来调整记忆的。
ἢν δέ γε οἶμαί ποτε ἄλλος πόλεμος καταλάβῃ Δωρικὸς τοῦδε ὕστερος καὶ ξυμβῇ γενέσθαι λιμόν, κατὰ τὸ εἰκὸς οὕτως ᾄσονται.
不过我想,如果将来在这场战争之后又发生了另一场多利亚人的战争,并且凑巧发生了饥荒,他们很可能会按照那样去唱。
§2.54.4μνήμη δὲ ἐγένετο καὶ τοῦ Λακεδαιμονίων χρηστηρίου τοῖς εἰδόσιν, ὅτε ἐπερωτῶσιν αὐτοῖς τὸν θεὸν εἰ χρὴ πολεμεῖν ἀνεῖλε κατὰ κράτος πολεμοῦσι νίκην ἔσεσθαι, καὶ αὐτὸς ἔφη ξυλλήψεσθαι.
那些知情的人也想起了给予拉刻代蒙人的神谕,即当他们向神询问是否应当开战时,神回答说,如果他们全力以赴地战斗,胜利将属于他们,并表示他自己也会予以协助。
§2.54.5περὶ μὲν οὖν τοῦ χρηστηρίου τὰ γιγνόμενα ᾔκαζον ὁμοῖα εἶναι· ἐσβεβληκότων δὲ τῶν Πελοποννησίων ἡ νόσος ἤρξατο εὐθύς, καὶ ἐς μὲν Πελοπόννησον οὐκ ἐσῆλθεν, ὅτι καὶ ἄξιον εἰπεῖν, ἐπενείματο δὲ Ἀθήνας μὲν μάλιστα, ἔπειτα δὲ καὶ τῶν ἄλλων χωρίων τὰ πολυανθρωπότατα.
于是,关于这一神谕,人们推测所发生的事情与之相符;因为伯罗奔尼撒人一入侵,瘟疫就立刻开始了。 虽然它并没有传播到伯罗奔尼撒境内任何值得一提的地方,但它最严重地袭击了雅典,其次是其他地区中人口最稠密的地方。
ταῦτα μὲν τὰ κατὰ τὴν νόσον γενόμενα.
这些就是关于这场疾病所发生的事情。