§2.48.1ἤρξατο δὲ τὸ μὲν πρῶτον, ὡς λέγεται, ἐξ Αἰθιοπίας τῆς ὑπὲρ Αἰγύπτου, ἔπειτα δὲ καὶ ἐς Αἴγυπτον καὶ Λιβύην κατέβη καὶ ἐς τὴν βασιλέως γῆν τὴν πολλήν.
据传,这场瘟疫首先始于埃及上方的埃塞俄比亚,随后向下蔓延到埃及、利比亚以及波斯国王的大部分领土。
§2.48.2ἐς δὲ τὴν Ἀθηναίων πόλιν ἐξαπιναίως ἐσέπεσε, καὶ τὸ πρῶτον ἐν τῷ Πειραιεῖ ἥψατο τῶν ἀνθρώπων, ὥστε καὶ ἐλέχθη ὑπ’ αὐτῶν ὡς οἱ Πελοποννήσιοι φάρμακα ἐσβεβλήκοιεν ἐς τὰ φρέατα· κρῆναι γὰρ οὔπω ἦσαν αὐτόθι.
它突然袭击了雅典人的城市,起初在比雷埃夫斯传染了那里的人,以至于他们甚至传言说是伯罗奔尼撒人在水井里投放了毒药;因为那里当时还没有公共泉水。
ὕστερον δὲ καὶ ἐς τὴν ἄνω πόλιν ἀφίκετο, καὶ ἔθνῃσκον πολλῷ μᾶλλον ἤδη.
但后来它也蔓延到了上城,此时人们的死亡人数更加惨重。
§2.48.3λεγέτω μὲν οὖν περὶ αὐτοῦ ὡς ἕκαστος γιγνώσκει καὶ ἰατρὸς καὶ ἰδιώτης, ἀφ’ ὅτου εἰκὸς ἦν γενέσθαι αὐτό, καὶ τὰς αἰτίας ἅστινας νομίζει τοσαύτης μεταβολῆς ἱκανὰς εἶναι δύναμιν ἐς τὸ μεταστῆσαι σχεῖν·
因此,关于此事,且让每个人——无论是医生还是普通人——根据自己的理解去说,它可能是从哪里产生的,以及他认为哪些原因足以具有引起如此巨大变化的力量;而我则要说明它当时是怎样的,并且要指出一些特征,通过对这些特征的观察,如果它将来再次袭来,人们便能凭借先前的了解,最不至于对它一无所知。
ἐγὼ δὲ οἷόν τε ἐγίγνετο λέξω, καὶ ἀφ’ ὧν ἄν τις σκοπῶν, εἴ ποτε καὶ αὖθις ἐπιπέσοι, μάλιστ’ ἂν ἔχοι τι προειδὼς μὴ ἀγνοεῖν, ταῦτα δηλώσω αὐτός τε νοσήσας καὶ αὐτὸς ἰδὼν ἄλλους πάσχοντας.
因为我不仅自己曾患过这种病,也亲眼目睹了其他人的痛苦。