Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §2.47.1-2.47.4

伯罗奔尼撒军再入阿提卡与雅典瘟疫爆发

第 193 段,共 917 段 · 希腊语

内容简介

冬季国葬结束后,战争第一年宣告完结;第二年夏季伊始,伯罗奔尼撒军队再次入侵阿提卡,与此同时,雅典城内爆发了史无前例的严重瘟疫。

§2.47.1τοιόσδε μὲν ὁ τάφος ἐγένετο ἐν τῷ χειμῶνι τούτῳ· καὶ διελθόντος αὐτοῦ πρῶτον ἔτος τοῦ πολέμου τοῦδε ἐτελεύτα.
这就是在这个冬天举行的国葬;随着冬天的过去,这场战争的第一年结束了。
§2.47.2τοῦ δὲ θέρους εὐθὺς ἀρχομένου Πελοποννήσιοι καὶ οἱ ξύμμαχοι τὰ δύο μέρη ὥσπερ καὶ τὸ πρῶτον ἐσέβαλον ἐς τὴν Ἀττικήν (ἡγεῖτο δὲ Ἀρχίδαμος ὁ Ζευξιδάμου Λακεδαιμονίων βασιλεύς), καὶ καθεζόμενοι ἐδῄουν τὴν γῆν.
夏天刚一开始,伯罗奔尼撒人及其盟友便像第一次那样,以三分之二的兵力入侵阿提卡(由拉刻代蒙人的国王、宙克西达摩斯之子阿基达摩斯统帅),他们驻扎下来,蹂躏了这片土地。
§2.47.3καὶ ὄντων αὐτῶν οὐ πολλάς πω ἡμέρας ἐν τῇ Ἀττικῇ ἡ νόσος πρῶτον ἤρξατο γενέσθαι τοῖς Ἀθηναίοις, λεγόμενον μὲν καὶ πρότερον πολλαχόσε ἐγκατασκῆψαι καὶ περὶ Λῆμνον καὶ ἐν ἄλλοις χωρίοις, οὐ μέντοι τοσοῦτός γε λοιμὸς οὐδὲ φθορὰ οὕτως ἀνθρώπων οὐδαμοῦ ἐμνημονεύετο γενέσθαι.
他们在阿提卡还待了没几天,瘟疫就首先开始在雅典人中爆发。 虽然据说这种瘟疫以前也曾侵袭过许多地方,包括雷姆诺斯岛和其他地区,然而在任何地方,人们都不记得曾发生过如此严重的疫病或如此惨重的人口死亡。
§2.47.4οὔτε γὰρ ἰατροὶ ἤρκουν τὸ πρῶτον θεραπεύοντες ἀγνοίᾳ, ἀλλ’ αὐτοὶ μάλιστα ἔθνῃσκον ὅσῳ καὶ μάλιστα προσῇσαν, οὔτε ἄλλη ἀνθρωπεία τέχνη οὐδεμία·
因为医生们起初由于不了解病因,在进行治疗时无能为力,相反,由于他们与病患接触最多,他们自己死得也最惨重,其他任何人类的技艺也无济于事。
ὅσα τε πρὸς ἱεροῖς ἱκέτευσαν ἢ μαντείοις καὶ τοῖς τοιούτοις ἐχρήσαντο, πάντα ἀνωφελῆ ἦν, τελευτῶντές τε αὐτῶν ἀπέστησαν ὑπὸ τοῦ κακοῦ νικώμενοι.
人们在神庙里所做的一切祈求,或者对神谕等类似手段的求助,全属徒劳,最后,他们被这场灾难彻底击败,放弃了所有这些尝试。

词汇与语法注释

  1. 2.47.3λεγόμενον — 分词的对格绝对构文(accusative absolute),或者是指代主格女性名词 "ἡ νόσος" 却用了中性单数对格的破格(anacoluthon)。表示非人称的“虽说…”。
  2. 2.47.4ὅσῳ καὶ μάλιστα — 与格关系代词 "ὅσῳ" 与 "μάλιστα" 连用,构成表示比例的关联结构,意为“越…越…”。此处强调了医生们越是接触病患,他们自身死亡的人数就越多的悲剧性因果关系。
  3. 2.47.4τελευτῶντές — 动词 "τελευτάω"(结束)的现在分词主格复数形式,在此作副词性用法,意为“最后”或“终于”。
  4. 2.47.4αὐτῶν ἀπέστησαν — 动词 "ἀφίστημι" 的第二不定过去时(自动词),意为“放弃、停止”,支配属格 "αὐτῶν"。代词指代前文的 "ὅσα..."(即在神庙里的祈祷和求助神谕等一连串尝试)。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §2.47.1-2.47.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:2.47.1-2.47.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。