§2.40.1‘φιλοκαλοῦμέν τε γὰρ μετ’ εὐτελείας καὶ φιλοσοφοῦμεν ἄνευ μαλακίας·
“因为我们既追求美,又保持质朴;我们既向往智慧,又绝不流于软弱。
πλούτῳ τε ἔργου μᾶλλον καιρῷ ἢ λόγου κόμπῳ χρώμεθα, καὶ τὸ πένεσθαι οὐχ ὁμολογεῖν τινὶ αἰσχρόν, ἀλλὰ μὴ διαφεύγειν ἔργῳ αἴσχιον.
我们使用财富,是为了行动的实际需要,而不是为了言辞的夸耀;承认贫穷对任何人来说都不是耻辱,但不通过行动去摆脱贫穷才是更大的耻辱。
§2.40.2ἔνι τε τοῖς αὐτοῖς οἰκείων ἅμα καὶ πολιτικῶν ἐπιμέλεια, καὶ ἑτέροις πρὸς ἔργα τετραμμένοις τὰ πολιτικὰ μὴ ἐνδεῶς γνῶναι·
在相同的人身上,既保留了对私人事务的关切,又兼顾了对城邦公共事务的照料;即使是那些致力于其他行业的人,对政治事务也非一无所知。
μόνοι γὰρ τόν τε μηδὲν τῶνδε μετέχοντα οὐκ ἀπράγμονα, ἀλλ’ ἀχρεῖον νομίζομεν, καὶ οἱ αὐτοὶ ἤτοι κρίνομέν γε ἢ ἐνθυμούμεθα ὀρθῶς τὰ πράγματα, οὐ τοὺς λόγους τοῖς ἔργοις βλάβην ἡγούμενοι, ἀλλὰ μὴ προδιδαχθῆναι μᾶλλον λόγῳ πρότερον ἢ ἐπὶ ἃ δεῖ ἔργῳ ἐλθεῖν.
因为只有我们,才会把完全不参与这些事务的人不看作是“清高隐逸”,而是看作“无用之人”。 我们这些人或能亲自裁决,或能正确思虑城邦的事务,因为我们不认为言论是行动的障碍,相反,我们认为在着手进行必须履行的行动之前,若没有先通过言论讨论清楚,才是真正的障碍。
§2.40.3διαφερόντως γὰρ δὴ καὶ τόδε ἔχομεν ὥστε τολμᾶν τε οἱ αὐτοὶ μάλιστα καὶ περὶ ὧν ἐπιχειρήσομεν ἐκλογίζεσθαι· ὃ τοῖς ἄλλοις ἀμαθία μὲν θράσος, λογισμὸς δὲ ὄκνον φέρει.
实际上,我们在这一方面也与众不同:我们同一群人既最具胆识,又在着手行动前深谋远虑;然而在他人那里,无知带来的是蛮勇,而思虑带来的却是迟疑。
κράτιστοι δ’ ἂν τὴν ψυχὴν δικαίως κριθεῖεν οἱ τά τε δεινὰ καὶ ἡδέα σαφέστατα γιγνώσκοντες καὶ διὰ ταῦτα μὴ ἀποτρεπόμενοι ἐκ τῶν κινδύνων.
那些能够最清晰地认识到生命中的艰难与愉悦,并因此绝不逃避危险的人,才应当被公正地评判为在精神上最优秀的人。
§2.40.4καὶ τὰ ἐς ἀρετὴν ἐνηντιώμεθα τοῖς πολλοῖς· οὐ γὰρ πάσχοντες εὖ, ἀλλὰ δρῶντες κτώμεθα τοὺς φίλους.
在有关美德的事情上,我们也与大多数人相反:我们不是通过接受恩惠,而是通过施予恩惠来获得朋友。
βεβαιότερος δὲ ὁ δράσας τὴν χάριν ὥστε ὀφειλομένην δι’ εὐνοίας ᾧ δέδωκε σῴζειν· ὁ δὲ ἀντοφείλων ἀμβλύτερος, εἰδὼς οὐκ ἐς χάριν, ἀλλ’ ἐς ὀφείλημα τὴν ἀρετὴν ἀποδώσων.
施予恩惠的一方更为可靠,因为他会通过善意,在接受者心中保持这一份应报的恩情;而欠下恩情的人在报答时则较为消极,因为他知道自己回报这份善意并不是在施予恩惠,而是在偿还债务。
§2.40.5καὶ μόνοι οὐ τοῦ ξυμφέροντος μᾶλλον λογισμῷ ἢ τῆς ἐλευθερίας τῷ πιστῷ ἀδεῶς τινὰ ὠφελοῦμεν.
而且,只有我们,不是出于利害的权衡,而是凭借对自由的坚定信念,毫不畏惧地去帮助他人。 ”