Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §2.37.1-2.37.3

雅典的民主政体与公民生活自由

第 183 段,共 917 段 · 希腊语

内容简介

阐述雅典民主政治的特征,强调法律面前人人平等以及唯才是举的原则。此外,还赞扬了雅典人在私人生活中的宽容互不干涉,以及在公共生活中对成文法和道德不文律的敬畏与遵守。

§2.37.1‘χρώμεθα γὰρ πολιτείᾳ οὐ ζηλούσῃ τοὺς τῶν πέλας νόμους, παράδειγμα δὲ μᾶλλον αὐτοὶ ὄντες τισὶν ἢ μιμούμενοι ἑτέρους.
“我们所采用的政治制度并不模仿邻国的法律,相反,我们自己才是某些人的榜样,而非他人的模仿者。
καὶ ὄνομα μὲν διὰ τὸ μὴ ἐς ὀλίγους ἀλλ’ ἐς πλείονας οἰκεῖν δημοκρατία κέκληται·
就其名称而言,由于它的管理并非为了少数人,而是为了多数人,因此被称为民主政治。
μέτεστι δὲ κατὰ μὲν τοὺς νόμους πρὸς τὰ ἴδια διάφορα πᾶσι τὸ ἴσον, κατὰ δὲ τὴν ἀξίωσιν, ὡς ἕκαστος ἔν τῳ εὐδοκιμεῖ, οὐκ ἀπὸ μέρους τὸ πλέον ἐς τὰ κοινὰ ἢ ἀπ’ ἀρετῆς προτιμᾶται, οὐδ’ αὖ κατὰ πενίαν, ἔχων γέ τι ἀγαθὸν δρᾶσαι τὴν πόλιν, ἀξιώματος ἀφανείᾳ κεκώλυται.
但在私法争端方面,根据法律,所有人都是平等的;而在公职事务中,每个人根据其在某方面的杰出表现,不是由于轮流而是由于其德行而获得重用;同样,一个人只要能为国家做出贡献,也不会因为地位低微而报国无门。
§2.37.2ἐλευθέρως δὲ τά τε πρὸς τὸ κοινὸν πολιτεύομεν καὶ ἐς τὴν πρὸς ἀλλήλους τῶν καθ᾽ ἡμέραν ἐπιτηδευμάτων ὑποψίαν, οὐ δι’ ὀργῆς τὸν πέλας, εἰ καθ’ ἡδονήν τι δρᾷ, ἔχοντες, οὐδὲ ἀζημίους μέν, λυπηρὰς δὲ τῇ ὄψει ἀχθηδόνας προστιθέμενοι.
我们在公共事务中自由地生活,在日常活动中对彼此的猜忌也同样自由,如果邻人做自己喜欢的事,我们并不发怒,也不向他投去那种虽无实质惩罚却令人看着难受的厌恶神色。
§2.37.3ἀνεπαχθῶς δὲ τὰ ἴδια προσομιλοῦντες τὰ δημόσια διὰ δέος μάλιστα οὐ παρανομοῦμεν, τῶν τε αἰεὶ ἐν ἀρχῇ ὄντων ἀκροάσει καὶ τῶν νόμων, καὶ μάλιστα αὐτῶν ὅσοι τε ἐπ’ ὠφελίᾳ τῶν ἀδικουμένων κεῖνται καὶ ὅσοι ἄγραφοι ὄντες αἰσχύνην ὁμολογουμένην φέρουσιν.
我们在私人交往中互不滋扰,但在公共事务中,我们主要由于敬畏而不敢违法,这不仅是因为服从那些时任的执政者和法律,尤其是因为服从那些为了保护受害者而制定的法律,以及那些虽未成文却会带来举世公认之耻辱的法律。 ”

词汇与语法注释

  1. §2.37.1διὰ τὸ μὴ ἐς ὀλίγους ἀλλ’ ἐς πλείονας οἰκεῖν — 由介词 διὰ 和带冠词不定式 τὸ οἰκεῖν 构成的因果结构。不及物动词 οἰκεῖν 在此处表示“(国家或政体)被管理、运作”,支配介词短语 ἐς ὀλίγους 和 ἐς πλείονας。这里存在两种解释:一是“政权不掌握在少数人手中,而在多数人手中”;二是“其管理不以少数人为目的,而以多数人为目的”。结合下文所有公民在法律面前平等的语境,后者(为了多数人的利益而管理)更为通用和妥当。
  2. §2.37.1οὐκ ἀπὸ μέρους τὸ πλέον ἐς τὰ κοινὰ ἢ ἀπ’ ἀρετῆς προτιμᾶται — 句中将 οὐκ ἀπὸ μέρους(不是由于特定的部分、阶级或轮值)与 ἢ ἀπ’ ἀρετῆς(而是由于德行或才干)进行了对比。μέρος 既可以指“部分、阶层、党派”,也可以指“轮流、轮值的班次”。尽管雅典的许多官职是通过抽签和轮流(μέρος)产生的,但在重要的公共事务(ἐς τὰ κοινὰ)中,个人的选拔和重用(προτιμᾶται)是基于个人的实际才干(ἀρετή),而非其社会阶层或轮值次序。
  3. §2.37.2οὐδὲ ἀζημίους μέν, λυπηρὰς δὲ τῇ ὄψει ἀχθηδόνας προστιθέμενοι — 形容词 ἀζημίους(无害的、不带法律惩罚的)与 λυπηρὰς δὲ τῇ ὄψει(但看着令人难受的)并列,共同修饰名词 ἀχθηδόνας(烦恼、不快)。分词 προστιθέμενοι 意为“施加、带给”。τῇ ὄψει 既可以理解为“对于旁观者而言”,也可以理解为“在外表或神色上”。整句表示,尽管邻人的行为不违反法律,但我们不会在神色或态度上流露出厌恶,从而给对方施加精神上的不快(即不给脸色看)。
  4. §2.37.3τῶν τε αἰεὶ ἐν ἀρχῇ ὄντων ἀκροάσει καὶ τῶν νόμων — 动作名词 ἀκρόασις(听从、服从)支配两个属格:其一为“时任执政者”(τῶν αἰεὶ ἐν ἀρχῇ ὄντων),其二为“法律”(τῶν νόμων)。副词 αἰεί(总是)置于分词前,在雅典轮值官职的背景下,表示“在特定时期、那时的”执政者。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §2.37.1-2.37.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:2.37.1-2.37.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。