§2.36.1‘ἄρξομαι δὲ ἀπὸ τῶν προγόνων πρῶτον· δίκαιον γὰρ αὐτοῖς καὶ πρέπον δὲ ἅμα ἐν τῷ τοιῷδε τὴν τιμὴν ταύτην τῆς μνήμης δίδοσθαι.
“我首先将从我们的祖先谈起;因为在这样一个场合,将这种缅怀的荣誉给予他们,既是公道的,同时也是相称的。
τὴν γὰρ χώραν οἱ αὐτοὶ αἰεὶ οἰκοῦντες διαδοχῇ τῶν ἐπιγιγνομένων μέχρι τοῦδε ἐλευθέραν δι’ ἀρετὴν παρέδοσαν.
因为他们一代代始终居住在同一片土地上,直到今天,并凭着自己的德行,将其作为自由的国家代代相传下来。
§2.36.2καὶ ἐκεῖνοί τε ἄξιοι ἐπαίνου καὶ ἔτι μᾶλλον οἱ πατέρες ἡμῶν· κτησάμενοι γὰρ πρὸς οἷς ἐδέξαντο ὅσην ἔχομεν ἀρχὴν οὐκ ἀπόνως ἡμῖν τοῖς νῦν προσκατέλιπον.
他们值得赞美,而我们的父辈则更值得赞美;因为他们除了继承下来的土地之外,还开疆拓土,获得了我们如今拥有的如此庞大的帝国,并付出了不小的辛劳,将其留给了我们这一代人。
§2.36.3τὰ δὲ πλείω αὐτῆς αὐτοὶ ἡμεῖς οἵδε οἱ νῦν ἔτι ὄντες μάλιστα ἐν τῇ καθεστηκυίᾳ ἡλικίᾳ ἐπηυξήσαμεν καὶ τὴν πόλιν τοῖς πᾶσι παρεσκευάσαμεν καὶ ἐς πόλεμον καὶ ἐς εἰρήνην αὐταρκεστάτην.
而这一帝国的绝大部分,是由我们这些如今依然在世、特别是正处于壮年时期的人亲自扩建的,我们使这座城市在各方面,无论是应对战争还是享受和平,都实现了最大程度的自给自足。
§2.36.4ὧν ἐγὼ τὰ μὲν κατὰ πολέμους ἔργα, οἷς ἕκαστα ἐκτήθη, ἢ εἴ τι αὐτοὶ ἢ οἱ πατέρες ἡμῶν βάρβαρον ἢ Ἕλληνα πολέμιον ἐπιόντα προθύμως ἠμυνάμεθα, μακρηγορεῖν ἐν εἰδόσιν οὐ βουλόμενος ἐάσω· ἀπὸ δὲ οἵας τε ἐπιτηδεύσεως ἤλθομεν ἐπ’ αὐτὰ καὶ μεθ’ οἵας πολιτείας καὶ τρόπων ἐξ οἵων μεγάλα ἐγένετο, ταῦτα δηλώσας πρῶτον εἶμι καὶ ἐπὶ τὸν τῶνδε ἔπαινον, νομίζων ἐπί τε τῷ παρόντι οὐκ ἂν ἀπρεπῆ λεχθῆναι αὐτὰ καὶ τὸν πάντα ὅμιλον καὶ ἀστῶν καὶ ξένων ξύμφορον εἶναι ἐπακοῦσαι αὐτῶν.
关于这些成就,那些据以获得各处领土的战争伟绩,或者是我们自身以及我们的父辈在面对进犯的蛮族或希腊人敌人时如何热切地予以击退,由于不愿在早已知晓这些的人们面前冗长铺叙,我将不予提及;但是,我们是从何种生活风尚出发而达到这一高度的,又是在何种政治制度、何种生活方式下,我们才成就了如此伟业——在首先阐明这些之后,我将进而对这些人进行赞美,因为我认为在当前的场合讲述这些并非不合时宜,而且让由公民和外邦人组成的全体集会听众聆听这些是有益的。 ”