Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §2.35.1-2.35.3

伯里克利国葬演说的序言

第 181 段,共 917 段 · 希腊语

内容简介

伯里克利在国葬演讲的开篇中,表达了他认为用实际行动纪念英烈重于言辞赞美的立场,并阐述了满足听众不同期待的困难性。

§2.35.1‘οἱ μὲν πολλοὶ τῶν ἐνθάδε ἤδη εἰρηκότων ἐπαινοῦσι τὸν προσθέντα τῷ νόμῳ τὸν λόγον τόνδε, ὡς καλὸν ἐπὶ τοῖς ἐκ τῶν πολέμων θαπτομένοις ἀγορεύεσθαι αὐτόν.
“以往曾在此地发表过演说的大多数人,都赞美将这篇演说加入到这一习俗中来的人,认为在因战争而葬身的人们面前发表此番演说是件美事。
ἐμοὶ δὲ ἀρκοῦν ἂν ἐδόκει εἶναι ἀνδρῶν ἀγαθῶν ἔργῳ γενομένων ἔργῳ καὶ δηλοῦσθαι τὰς τιμάς, οἷα καὶ νῦν περὶ τὸν τάφον τόνδε δημοσίᾳ παρασκευασθέντα ὁρᾶτε, καὶ μὴ ἐν ἑνὶ ἀνδρὶ πολλῶν ἀρετὰς κινδυνεύεσθαι εὖ τε καὶ χεῖρον εἰπόντι πιστευθῆναι.
但在我看来,对于那些以实际行动证明自己是勇士的人,用实际行动来昭示他们的荣誉便已足够——正如你们现在所看到的,在这座坟墓周围由公家所作的准备——而不应让许多人的美德寄托在一个人身上,由他演说的好坏来冒着是否被相信的危险。
§2.35.2χαλεπὸν γὰρ τὸ μετρίως εἰπεῖν ἐν ᾧ μόλις καὶ ἡ δόκησις τῆς ἀληθείας βεβαιοῦται.
因为在连对真实的信念都难以确立的事情上,要说得恰如其分是很困难的。
ὅ τε γὰρ ξυνειδὼς καὶ εὔνους ἀκροατὴς τάχ’ ἄν τι ἐνδεεστέρως πρὸς ἃ βούλεταί τε καὶ ἐπίσταται νομίσειε δηλοῦσθαι, ὅ τε ἄπειρος ἔστιν ἃ καὶ πλεονάζεσθαι, διὰ φθόνον, εἴ τι ὑπὲρ τὴν αὑτοῦ φύσιν ἀκούοι.
因为深知实情且心怀好意的听众,也许会认为演讲者所表达的内容,相比于他自己所期望和了解的,显得有些不足;而不甚了解实情的听众,如果听到任何超出他自身能力的事,由于嫉妒,甚至会认为有些地方被夸大了。
μέχρι γὰρ τοῦδε ἀνεκτοὶ οἱ ἔπαινοί εἰσι περὶ ἑτέρων λεγόμενοι, ἐς ὅσον ἂν καὶ αὐτὸς ἕκαστος οἴηται ἱκανὸς εἶναι δρᾶσαί τι ὧν ἤκουσεν· τῷ δὲ ὑπερβάλλοντι αὐτῶν φθονοῦντες ἤδη καὶ ἀπιστοῦσιν.
因为对于他人所作的赞美,只有在每个人认为自己也有能力做到他所听到的那些事情的限度内,才是可以忍受的;一旦超出了这个限度,人们就会产生嫉妒,并立即开始怀疑。
§2.35.3ἐπειδὴ δὲ τοῖς πάλαι οὕτως ἐδοκιμάσθη ταῦτα καλῶς ἔχειν, χρὴ καὶ ἐμὲ ἑπόμενον τῷ νόμῳ πειρᾶσθαι ὑμῶν τῆς ἑκάστου βουλήσεώς τε καὶ δόξης τυχεῖν ὡς ἐπὶ πλεῖστον.
然而,既然古人已经赞同这些做法是妥当的,我也必须遵循这一习俗,努力在最大程度上满足你们每个人的愿望和期待。 ”

词汇与语法注释

  1. 2.35.1ἀρκοῦν ἂν ἐδόκει — 带有小词 ἄν 的未完成过去直陈语气 ἐδόκει 表达了与当下事实相反的虚拟或推测(“这似乎已经足够了[但实际上并非如此]”)。这暗含了伯里克利对于在行动已足的情况下仍须发表历史演说这一现状的微妙保留。
  2. 2.35.1κινδυνεύεσθαι ... πιστευθῆναι — 动词 κινδυνεύω 的被动不定式 κινδυνεύεσθαι 在“对格加不定式”结构中以 πολλῶν ἀρετὰς(许多人的美德)为主语,并进一步受到说明性不定式 πιστευθῆναι(被相信)的修饰。这构成了一个复杂的被动句式,意为“许多人的美德在是否被确信上面临风险”。
  3. 2.35.2ἔστιν ἃ — 短语 ἔστιν ἃ 是一个常用的习语(字面意思是“有些事物”,相当于 ἔνια),在此处用作被动不定式 πλεονάζεσθαι 的对格主语,意为“有些事情甚至被夸大了”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §2.35.1-2.35.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:2.35.1-2.35.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。