Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §2.34.1-2.34.8

雅典国葬传统与演说者伯里克利的选定

第 180 段,共 917 段 · 希腊语

内容简介

介绍了雅典为战死者举行公费国葬的古老传统与仪式步骤,并叙述了伯里克利被选为首批牺牲者发表悼词的经过。

§2.34.1ἐν δὲ τῷ αὐτῷ χειμῶνι Ἀθηναῖοι τῷ πατρίῳ νόμῳ χρώμενοι δημοσίᾳ ταφὰς ἐποιήσαντο τῶν ἐν τῷδε τῷ πολέμῳ πρώτων ἀποθανόντων τρόπῳ τοιῷδε.
在同一冬季,雅典人遵循其祖传的习俗,为在这场战争中最早牺牲的人举行了公费国葬,方式如下。
§2.34.2τὰ μὲν ὀστᾶ προτίθενται τῶν ἀπογενομένων πρότριτα σκηνὴν ποιήσαντες, καὶ ἐπιφέρει τῷ αὑτοῦ ἕκαστος ἤν τι βούληται·
他们在出殡前三天搭建起一座帐篷,将死者的遗骸陈列出来,每个人都为自己的亡亲带来他所希望奉献的任何供品。
§2.34.3ἐπειδὰν δὲ ἡ ἐκφορὰ ᾖ, λάρνακας κυπαρισσίνας ἄγουσιν ἅμαξαι, φυλῆς ἑκάστης μίαν· ἔνεστι δὲ τὰ ὀστᾶ ἧς ἕκαστος ἦν φυλῆς.
当出殡的时候,马车运来丝柏木制的棺材,每个部落一具;里面装着各人所属部落的遗骸。
μία δὲ κλίνη κενὴ φέρεται ἐστρωμένη τῶν ἀφανῶν, οἳ ἂν μὴ εὑρεθῶσιν ἐς ἀναίρεσιν.
还有一辆铺了灵幛的空灵轿,是为那些失踪者——即未能寻获遗体以收敛的人所设。
§2.34.4ξυνεκφέρει δὲ ὁ βουλόμενος καὶ ἀστῶν καὶ ξένων, καὶ γυναῖκες πάρεισιν αἱ προσήκουσαι ἐπὶ τὸν τάφον ὀλοφυρόμεναι.
任何有意愿的公民和外邦人都可一同送葬,有亲属关系的妇女们也来到墓前哀哭。
§2.34.5τιθέασιν οὖν ἐς τὸ δημόσιον σῆμα, ὅ ἐστιν ἐπὶ τοῦ καλλίστου προαστείου τῆς πόλεως, καὶ αἰεὶ ἐν αὐτῷ θάπτουσι τοὺς ἐκ τῶν πολέμων, πλήν γε τοὺς ἐν Μαραθῶνι· ἐκείνων δὲ διαπρεπῆ τὴν ἀρετὴν κρίναντες αὐτοῦ καὶ τὸν τάφον ἐποίησαν.
于是他们将遗骸安放在公墓中,它位于城外最美丽的郊区,他们始终在那里安葬战争中的牺牲者,除了在马拉松战役中牺牲的人;因认为那些人的勇气卓越非凡,他们就在原地为他们修筑了坟墓。
§2.34.6ἐπειδὰν δὲ κρύψωσι γῇ, ἀνὴρ ᾑρημένος ὑπὸ τῆς πόλεως, ὃς ἂν γνώμῃ τε δοκῇ μὴ ἀξύνετος εἶναι καὶ ἀξιώσει προήκῃ, λέγει ἐπ’ αὐτοῖς ἔπαινον τὸν πρέποντα· μετὰ δὲ τοῦτο ἀπέρχονται.
当用泥土掩埋好之后,由城邦选出的一位在智慧上被认为不凡且享有崇高声望的男子,在他们墓前发表适切的赞辞;随后人们便各自散去。
§2.34.7ὧδε μὲν θάπτουσιν· καὶ διὰ παντὸς τοῦ πολέμου, ὁπότε ξυμβαίη αὐτοῖς, ἐχρῶντο τῷ νόμῳ.
他们就是这样举行安葬的;并且在整场战争期间,每逢有此需要,他们都遵循这一习俗。
§2.34.8ἐπὶ δ’ οὖν τοῖς πρώτοις τοῖσδε Περικλῆς ὁ Ξανθίππου ᾑρέθη λέγειν.
至于这批最早牺牲的人,克桑提波斯之子伯里克利被选来发表祝词。
καὶ ἐπειδὴ καιρὸς ἐλάμβανε, προελθὼν ἀπὸ τοῦ σήματος ἐπὶ βῆμα ὑψηλὸν πεποιημένον, ὅπως ἀκούοιτο ὡς ἐπὶ πλεῖστον τοῦ ὁμίλου, ἔλεγε τοιάδε.
当时刻到来之际,他从墓地走出来,登上一个特意建得很高的高台,以便他的声音能被尽可能多的群众听见,发表了如下的演讲。

词汇与语法注释

  1. 2.34.2πρότριτα — 意为“三天前”的副词。指在出殡(ἐκφορά)前三天搭建起帐篷安置遗骸,供亲属奉献供品。
  2. 2.34.3ἧς ἕκαστος ἦν φυλῆς — 关系代词的同化及先行词的缩简。原本的结构为 τὰ ὀστᾶ τῆς φυλῆς ἧς ἕκαστος ἦν(各人所属部落的遗骸),先行词 φυλῆς 被吸收到关系从句之中。
  3. 2.34.3τῶν ἀφανῶν, οἳ ἂν μὴ εὑρεθῶσιν ἐς ἀναίρεσιν — τῶν ἀφανῶν(失踪者)由关系从句(未能寻获遗体以收敛的人)来界定。这里 ἄν 搭配虚拟语气,表示一种泛指或假设的群体,而非特定的个人。
  4. 2.34.6ὃς ἂν γνώμῃ τε δοκῇ μὴ ἀξύνετος εἶναι — μὴ ἀξύνετος 是一种双重否定(缓叙法 litotes),字面意为“不愚蠢”,实际意为“非常聪明”。关系从句中的 ἄν 搭配虚拟语气(δοκῇ)表示对将被选出的人的普遍性特质要求。
  5. 2.34.8καιρὸς ἐλάμβανε — 这是一个惯用表达,由主语 καιρός(时机、适当的时刻)和未完成过去式动词 ἐλάμβανε(抓住/夺取)构成。字面意为“时机抓住了(他们)”,实际意为“时机成熟”或“时刻到来”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §2.34.1-2.34.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:2.34.1-2.34.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。