§2.33.1τοῦ δ’ ἐπιγιγνομένου χειμῶνος Εὔαρχος ὁ Ἀκαρνὰν βουλόμενος ἐς τὴν Ἀστακὸν κατελθεῖν πείθει Κορινθίους τεσσαράκοντα ναυσὶ καὶ πεντακοσίοις καὶ χιλίοις ὁπλίταις ἑαυτὸν κατάγειν πλεύσαντας, καὶ αὐτὸς ἐπικούρους τινὰς προσεμισθώσατο·
在接下来的冬季,阿卡纳尼亚人埃瓦科斯希望返回阿斯塔科斯,说服哥林斯人派遣四十艘船只和一千五百名重装步兵出航以恢复他的职位,他自己也另外雇佣了一些雇佣兵。
ἦρχον δὲ τῆς στρατιᾶς Εὐφαμίδας τε ὁ Ἀριστωνύμου καὶ Τιμόξενος ὁ Τιμοκράτους καὶ Εὔμαχος ὁ Χρύσιδος.
这支军队的指挥官是阿里斯托尼摩斯之子尤法米达斯、提莫克拉底之子提莫克塞诺斯和克里西斯之子尤马科斯。
§2.33.2καὶ πλεύσαντες κατήγαγον· καὶ τῆς ἄλλης Ἀκαρνανίας τῆς περὶ θάλασσαν ἔστιν ἃ χωρία βουλόμενοι προσποιήσασθαι καὶ πειραθέντες, ὡς οὐκ ἐδύναντο, ἀπέπλεον ἐπ’ οἴκου.
他们出航并恢复了他的职位;他们还希望争取沿海阿卡纳尼亚其他地区的某些地方,并在尝试后发现无法做到,便启航回国。
§2.33.3σχόντες δ’ ἐν τῷ παράπλῳ ἐς Κεφαλληνίαν καὶ ἀπόβασιν ποιησάμενοι ἐς τὴν Κρανίων γῆν, ἀπατηθέντες ὑπ’ αὐτῶν ἐξ ὁμολογίας τινὸς ἄνδρας τε ἀποβάλλουσι σφῶν αὐτῶν, ἐπιθεμένων ἀπροσδοκήτοις τῶν Κρανίων, καὶ βιαιότερον ἀναγαγόμενοι ἐκομίσθησαν ἐπ’ οἴκου.
但在沿途航行中,他们在凯法利尼亚靠岸,并在克拉尼人的土地上登陆,因某种协议而被对方欺骗,在防备不及之际遭到克拉尼人的袭击,损失了一些自己的人马;随后,他们较为仓促地启航,退回了本国。