§2.32.1ἐτειχίσθη δὲ καὶ Ἀταλάντη ὑπὸ Ἀθηναίων φρούριον τοῦ θέρους τούτου τελευτῶντος, ἡ ἐπὶ Λοκροῖς τοῖς Ὀπουντίοις νῆσος ἐρήμη πρότερον οὖσα, τοῦ μὴ λῃστὰς ἐκπλέοντας ἐξ Ὀποῦντος καὶ τῆς ἄλλης Λοκρίδος κακουργεῖν τὴν Εὔβοιαν.
在此夏末,此前一直无人居住的、位于奥蓬特洛克里斯人对面的阿塔兰特岛,也被雅典人筑垒设防作为堡垒,以防海盗从奥蓬斯及洛克里斯其他地方出航袭扰优波亚。
ταῦτα μὲν ἐν τῷ θέρει τούτῳ μετὰ τὴν Πελοποννησίων ἐκ τῆς Ἀττικῆς ἀναχώρησιν ἐγένετο.
这些事都是在伯罗奔尼撒人撤出阿提卡之后,于今年夏天发生的。