§2.33.1τοῦ δ’ ἐπιγιγνομένου χειμῶνος Εὔαρχος ὁ Ἀκαρνὰν βουλόμενος ἐς τὴν Ἀστακὸν κατελθεῖν πείθει Κορινθίους τεσσαράκοντα ναυσὶ καὶ πεντακοσίοις καὶ χιλίοις ὁπλίταις ἑαυτὸν κατάγειν πλεύσαντας, καὶ αὐτὸς ἐπικούρους τινὰς προσεμισθώσατο·
다음 겨울, 아카르나니아인 에우아르코스는 아스타코스로 귀환하기를 바라며, 코린토스인들을 설득하여 전선 마흔 척과 중장보병 천오백 명을 이끌고 출항하여 자신을 귀환시키게 하였고, 자신도 용병을 약간 추가로 고용했다.
ἦρχον δὲ τῆς στρατιᾶς Εὐφαμίδας τε ὁ Ἀριστωνύμου καὶ Τιμόξενος ὁ Τιμοκράτους καὶ Εὔμαχος ὁ Χρύσιδος.
이 군대의 지휘관은 아리스토니모스의 아들 에우파미다스, 티모크라테스의 아들 티모크세노스, 크리시스의 아들 에우마코스였다.
§2.33.2καὶ πλεύσαντες κατήγαγον·
그들은 출항하여 그를 귀환시켰다.
καὶ τῆς ἄλλης Ἀκαρνανίας τῆς περὶ θάλασσαν ἔστιν ἃ χωρία βουλόμενοι προσποιήσασθαι καὶ πειραθέντες, ὡς οὐκ ἐδύναντο, ἀπέπλεον ἐπ’ οἴκου.
그리고 해안가에 위치한 아카르나니아의 다른 지역 중 몇몇 곳을 포섭하고자 하여 시도해 보았으나, 뜻대로 되지 않자 본국을 향해 회항했다.
§2.33.3σχόντες δ’ ἐν τῷ παράπλῳ ἐς Κεφαλληνίαν καὶ ἀπόβασιν ποιησάμενοι ἐς τὴν Κρανίων γῆν, ἀπατηθέντες ὑπ’ αὐτῶν ἐξ ὁμολογίας τινὸς ἄνδρας τε ἀποβάλλουσι σφῶν αὐτῶν, ἐπιθεμένων ἀπροσδοκήτοις τῶν Κρανίων, καὶ βιαιότερον ἀναγαγόμενοι ἐκομίσθησαν ἐπ’ οἴκου.
그러나 항해 도중 케팔레니아에 정박하여 크라니오이인들의 영토에 상륙했을 때, 어떤 합의를 구실로 그들에게 속아 넘어갔고, 방비가 허술한 틈을 타 크라니오이인들이 습격해 오자 자신들의 병사 일부를 잃었으며, 다급하게 배를 띄워 본국으로 철수했다.