Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §2.25.1-2.25.5

雅典舰队突袭梅索内与布拉西达斯的救援

第 171 段,共 917 段 · 希腊语

内容简介

雅典及盟国舰队袭击了伯罗奔尼撒沿海并在梅索内登陆,但遭到斯巴达人布拉西达斯的阻击。随后,他们转往伊利斯,击败当地守军并短暂占领费亚,之后继续前往其他地区。

§2.25.1οἱ δ’ ἐν ταῖς ἑκατὸν ναυσὶ περὶ Πελοπόννησον Ἀθηναῖοι καὶ Κερκυραῖοι μετ’ αὐτῶν πεντήκοντα ναυσὶ προσβεβοηθηκότες καὶ ἄλλοι τινὲς τῶν ἐκεῖ ξυμμάχων ἄλλα τε ἐκάκουν περιπλέοντες καὶ ἐς Μεθώνην τῆς Λακωνικῆς ἀποβάντες τῷ τείχει προσέβαλον ὄντι ἀσθενεῖ καὶ ἀνθρώπων οὐκ ἐνόντων.
另一方面,乘着一百艘船在伯罗奔尼撒周围的雅典人,以及随同他们、带着五十艘船来援助的科西拉人,还有当地的其他一些盟友,在沿途航行时袭击了其他各处,并上陆到拉科尼亚的梅索内,攻击了那座既脆弱又无防守人员的城墙。
§2.25.2ἔτυχε δὲ περὶ τοὺς χώρους τούτους Βρασίδας ὁ Τέλλιδος ἀνὴρ Σπαρτιάτης φρουρὰν ἔχων, καὶ αἰσθόμενος ἐβοήθει τοῖς ἐν τῷ χωρίῳ μετὰ ὁπλιτῶν ἑκατόν.
当时恰逢泰利斯之子、斯巴达人布拉西达斯率领一支守备队驻扎在这些地方,他察觉到这一情况后,便率领一百名重装步兵前去救援该地的人。
διαδραμὼν δὲ τὸ τῶν Ἀθηναίων στρατόπεδον ἐσκεδασμένον κατὰ τὴν χώραν καὶ πρὸς τὸ τεῖχος τετραμμένον ἐσπίπτει ἐς τὴν Μεθώνην καὶ ὀλίγους τινὰς ἐν τῇ ἐσδρομῇ ἀπολέσας τῶν μεθ’ αὑτοῦ τήν τε πόλιν περιεποίησε καὶ ἀπὸ τούτου τοῦ τολμήματος πρῶτος τῶν κατὰ τὸν πόλεμον ἐπῃνέθη ἐν Σπάρτῃ.
他穿过分散在各处且正朝向城墙的雅典军队,冲入了梅索内。 尽管在冲锋中损失了几名随从,但他保全了这座城市,并且由于这一大胆的壮举,他成为这场战争中在斯巴达首个获得赞誉的人。
§2.25.3οἱ δὲ Ἀθηναῖοι ἄραντες παρέπλεον, καὶ σχόντες τῆς Ἠλείας ἐς Φειὰν ἐδῄουν τὴν γῆν ἐπὶ δύο ἡμέρας καὶ προσβοηθήσαντας τῶν ἐκ τῆς κοίλης Ἤλιδος τριακοσίους λογάδας καὶ τῶν αὐτόθεν ἐκ τῆς περιοικίδος Ἠλείων μάχῃ ἐκράτησαν.
而雅典人则起航继续沿岸航行,在伊利斯境内的费亚靠岸,并在那里蹂躏其土地达两天之久。 在随后的战斗中,他们击败了从“洼地伊利斯”前来增援的三百名精兵以及当地周边地区的伊利斯人。
§2.25.4ἀνέμου δὲ κατιόντος μεγάλου χειμαζόμενοι ἐν ἀλιμένῳ χωρίῳ, οἱ μὲν πολλοὶ ἐπέβησαν ἐπὶ τὰς ναῦς καὶ περιέπλεον τὸν Ἰχθῦν καλούμενον τὴν ἄκραν ἐς τὸν ἐν τῇ Φειᾷ λιμένα, οἱ δὲ Μεσσήνιοι ἐν τούτῳ καὶ ἄλλοι τινὲς οἱ οὐ δυνάμενοι ἐπιβῆναι κατὰ γῆν χωρήσαντες τὴν Φειὰν αἱροῦσιν.
然而,当大风刮起、他们在无港口的地带遭遇风暴时,大多数人登上船只,绕过被称为“伊克提斯”的岬角驶入费亚的港口;与此同时,麦塞尼亚人及其他一些无法登船的人则由陆路前进,攻占了费亚。
§2.25.5καὶ ὕστερον αἵ τε νῆες περιπλεύσασαι ἀναλαμβάνουσιν αὐτοὺς καὶ ἐξανάγονται ἐκλιπόντες Φειάν, καὶ τῶν Ἠλείων ἡ πολλὴ ἤδη στρατιὰ προσεβεβοηθήκει.
后来,绕行而来的船只接纳了他们,他们便撤离费亚并起航出海,而此时伊利斯人的大军已经赶来增援。
παραπλεύσαντες δὲ οἱ Ἀθηναῖοι ἐπὶ ἄλλα χωρία ἐδῄουν.
随后,雅典人继续沿岸航行,摧毁其他地方。

词汇与语法注释

  1. 2.25.1ὄντι ἀσθενεῖ καὶ ἀνθρώπων οὐκ ἐνόντων — 修饰先行与格名词 `τῷ τείχει`(城墙)的一致分词 `ὄντι ἀσθενεῖ`(脆弱的)通过连词 `καί` 与后面的属格独立结构 `ἀνθρώπων οὐκ ἐνόντων`(其中无人防守)并置,共同说明城墙的状况。
  2. 2.25.2διαδραμὼν δὲ τὸ τῶν Ἀθηναίων στρατόπεδον ἐσκεδασμένον κατὰ τὴν χώραν καὶ πρὸς τὸ τεῖχος τετραμμένον — 分词 `διαδραμών` 的直接宾语是 `τὸ τῶν 雅典人的军队`(雅典人的军队),两个完成时被动分词 `ἐσκεδασμένον`(分散的)和 `τετραμμένον`(转向的)与之保持一致并进行修饰,描述了雅典军队因分散和专注于攻城而暴露出空隙的状态。
  3. 2.25.3προσβοηθήσαντας ... μάχῃ ἐκράτησαν — 动词 `κρατέω` 通常支配属格,但在此处意为“打败、击破”,因此直接支配宾格的 `προσβοηθήσαντας ...`(前来增援的人们)作为其直接宾语。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §2.25.1-2.25.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:2.25.1-2.25.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。