§2.24.1ἀναχωρησάντων δὲ αὐτῶν οἱ Ἀθηναῖοι φυλακὰς κατεστήσαντο κατὰ γῆν καὶ κατὰ θάλασσαν, ὥσπερ δὴ ἔμελλον διὰ παντὸς τοῦ πολέμου φυλάξειν·
在他们撤退之后,雅典人便在陆上和海上部署了守备队,正如他们在整个战争期间所打算坚守的那样。
καὶ χίλια τάλαντα ἀπὸ τῶν ἐν τῇ ἀκροπόλει χρημάτων ἔδοξεν αὐτοῖς ἐξαίρετα ποιησαμένοις χωρὶς θέσθαι καὶ μὴ ἀναλοῦν, ἀλλ’ ἀπὸ τῶν ἄλλων πολεμεῖν·
他们还决议,从卫城的资金中拨出一千塔兰同作为特别储备单独存放,不得动用,而用其余的资金来打仗。
ἢν δέ τις εἴπῃ ἢ ἐπιψηφίσῃ κινεῖν τὰ χρήματα ταῦτα ἐς ἄλλο τι, ἢν μὴ οἱ πολέμιοι νηίτῃ στρατῷ ἐπιπλέωσι τῇ πόλει καὶ δέῃ ἀμύνασθαι, θάνατον ζημίαν ἐπέθεντο.
他们规定,除非敌人以海军力量袭击这座城市且必须进行防卫,否则如果有人提议或对动用这笔资金用于其他任何目的进行表决,则处以死刑。
§2.24.2τριήρεις τε μετ’ αὐτῶν ἐξαιρέτους ἑκατὸν ἐποιήσαντο κατὰ τὸν ἐνιαυτὸν ἕκαστον τὰς βελτίστας, καὶ τριηράρχους αὐταῖς, ὧν μὴ χρῆσθαι μηδεμιᾷ ἐς ἄλλο τι ἢ μετὰ τῶν χρημάτων περὶ τοῦ αὐτοῦ κινδύνου, ἢν δέῃ.
他们还随同这些资金一起,每年挑选出一百只最好的三列桨战船作为特别储备,并为之任命了三列桨战船船长,规定除非在必要时,随同上述资金一起应对完全相同的危险,否则不得将其中任何一艘用于其他任何目的。