§2.1.1ἄρχεται δὲ ὁ πόλεμος ἐνθένδε ἤδη Ἀθηναίων καὶ Πελοποννησίων καὶ τῶν ἑκατέροις ξυμμάχων, ἐν ᾧ οὔτε ἐπεμείγνυντο ἔτι ἀκηρυκτεὶ παρ᾽ ἀλλήλους καταστάντες τε ξυνεχῶς ἐπολέμουν·
雅典人与伯罗奔尼撒人以及双方盟友之间的战争从此正式开始。 在战争期间,他们不再在没有传令官的情况下互相往来,而是陷入持续不断的战争状态。
γέγραπται δὲ ἑξῆς ὡς ἕκαστα ἐγίγνετο κατὰ θέρος καὶ χειμῶνα.
此后发生的各项事件,均按照夏季和冬季的顺序依次予以记载。