Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §2.17.1-2.17.5

雅典城内难民安置与皮拉尔基孔的神谕

第 163 段,共 917 段 · 希腊语

内容简介

记述了涌入雅典城内的难民所面临的住房短缺、占用圣地及“皮拉尔基孔”所导致的对神托的悖论式实现,以及他们在临时安置的同时所进行的战争准备。

§2.17.1ἐπειδή τε ἀφίκοντο ἐς τὸ ἄστυ, ὀλίγοις μέν τισιν ὑπῆρχον οἰκήσεις καὶ παρὰ φίλων τινὰς ἢ οἰκείων καταφυγή, οἱ δὲ πολλοὶ τά τε ἐρῆμα τῆς πόλεως ᾤκησαν καὶ τὰ ἱερὰ καὶ τὰ ἡρῷα πάντα πλὴν τῆς ἀκροπόλεως καὶ τοῦ Ἐλευσινίου καὶ εἴ τι ἄλλο βεβαίως κλῃστὸν ἦν·
当他们到达城里时,只有少数人有现成的住处,或在朋友和亲戚那里找到避难所;而大多数人则占用了城里的空地,以及除了卫城、埃莱夫西尼翁神庙和任何其他被安全锁闭的地方之外的所有神殿和英雄庙宇。
τό τε Πελαργικὸν καλούμενον τὸ ὑπὸ τὴν ἀκρόπολιν, ὃ καὶ ἐπάρατόν τε ἦν μὴ οἰκεῖν καί τι καὶ Πυθικοῦ μαντείου ἀκροτελεύτιον τοιόνδε διεκώλυε, λέγον ὡς ‘τὸ Πελαργικὸν ἀργὸν ἄμεινον,’ ὅμως ὑπὸ τῆς παραχρῆμα ἀνάγκης ἐξῳκήθη.
卫城之下的所谓“皮拉尔基孔”,本是被诅咒不得居住的地方,且德尔斐神托的某句末尾也曾如此禁止说:“皮拉尔基孔闲置为好”,但尽管如此,由于眼前的迫切需要,这里还是盖起房屋并住满了人。
§2.17.2καί μοι δοκεῖ τὸ μαντεῖον τοὐναντίον ξυμβῆναι ἢ προσεδέχοντο· οὐ γὰρ διὰ τὴν παράνομον ἐνοίκησιν αἱ ξυμφοραὶ γενέσθαι τῇ πόλει, ἀλλὰ διὰ τὸν πόλεμον ἡ ἀνάγκη τῆς οἰκήσεως, ὃν οὐκ ὀνομάζον τὸ μαντεῖον προῄδει μὴ ἐπ’ ἀγαθῷ ποτὲ αὐτὸ κατοικισθησόμενον.
在我看来,神托的实现与人们所预期的恰恰相反:因为灾难并非因为非法的居住而降临到城邦,而是因为战争才产生了居住的必要,神托虽未提及战争的名字,但已预见到这地方若在某天被居住,绝非为了什么好事。
§2.17.3κατεσκευάσαντο δὲ καὶ ἐν τοῖς πύργοις τῶν τειχῶν πολλοὶ καὶ ὡς ἕκαστός που ἐδύνατο·
许多人还在城墙的塔楼内以及每个人各自力所能及的地方安顿下来。
οὐ γὰρ ἐχώρησε ξυνελθόντας αὐτοὺς ἡ πόλις, ἀλλ’ ὕστερον δὴ τά τε μακρὰ τείχη ᾤκησαν κατανειμάμενοι καὶ τοῦ Πειραιῶς τὰ πολλά.
因为城里容纳不下所有聚集在一起的人,但后来他们分占了“长墙”的空地以及比雷埃夫斯的大部分地方并居住于此。
§2.17.4ἅμα δὲ καὶ τῶν πρὸς τὸν πόλεμον ἥπτοντο, ξυμμάχους τε ἀγείροντες καὶ τῇ Πελοποννήσῳ ἑκατὸν νεῶν ἐπίπλουν ἐξαρτύοντες.
与此同时,他们也着手准备战争,一方面召集盟友,另一方面装备了一支由百艘战船组成的舰队准备袭击伯罗奔尼撒。
§2.17.5καὶ οἱ μὲν ἐν τούτῳ παρασκευῆς ἦσαν.
于是,他们当时正忙于这些准备工作。

词汇与语法注释

  1. 2.17.1μὴ οἰκεῖν — 依附于形容词 `ἐπάρατον`(被诅咒的、禁忌的)的说明性不定式。否定词 `μή` 与不定式连用,常用于表示禁止或避免的行为,意为“被诅咒而不得在此居住”。
  2. 2.17.2οὐ γὰρ διὰ τὴν παράνομον ἐνοίκησιν αἱ ξυμφοραὶ γενέσθαι — 不定式 `γενέσθαι`(以及后文 `ἡ ἀνάγκη τῆς οἰκήσεως` 句中省略的不定式)依赖于主句动词 `δοκεῖ`(“在我看来”),构成了阐述灾难成因的间接陈述结构。
  3. 2.17.2μὴ ἐπ’ ἀγαθῷ ποτὲ αὐτὸ κατοικισθησόμενον — 后期被动分词 `κατοικισθησόμενον` 修饰代词 `αὐτό`(指代皮拉尔基孔),在表示预见的动词 `προῄδει` 之后充当补充叙述分词(起间接引语作用),用以表达未来的事态。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §2.17.1-2.17.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:2.17.1-2.17.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。