§2.16.1τῇ τε οὖν ἐπὶ πολὺ κατὰ τὴν χώραν αὐτονόμῳ οἰκήσει μετεῖχον οἱ Ἀθηναῖοι, καὶ ἐπειδὴ ξυνῳκίσθησαν, διὰ τὸ ἔθος ἐν τοῖς ἀγροῖς ὅμως οἱ πλείους τῶν τε ἀρχαίων καὶ τῶν ὕστερον μέχρι τοῦδε τοῦ πολέμου γενόμενοί τε καὶ οἰκήσαντες οὐ ῥᾳδίως πανοικεσίᾳ τὰς μεταναστάσεις ἐποιοῦντο, ἄλλως τε καὶ ἄρτι ἀνειληφότες τὰς κατασκευὰς μετὰ τὰ Μηδικά·
因此,雅典人长期以来习惯于在乡间过着自治的生活;即使在他们被统一居住之后,由于习惯,无论古人还是后来直到这场战争爆发时出生并居住于此的绝大多数人,仍然在田园中生活,不愿轻易带着整家迁移,特别是他们才在波斯战争之后恢复了各自的家园设施。
§2.16.2ἐβαρύνοντο δὲ καὶ χαλεπῶς ἔφερον οἰκίας τε καταλείποντες καὶ ἱερὰ ἃ διὰ παντὸς ἦν αὐτοῖς ἐκ τῆς κατὰ τὸ ἀρχαῖον πολιτείας πάτρια δίαιτάν τε μέλλοντες μεταβάλλειν καὶ οὐδὲν ἄλλο ἢ πόλιν τὴν αὑτοῦ ἀπολείπων ἕκαστος.
他们感到心情沉重,极难忍受,因为他们不得不撇下自己的房屋和自古体制以来一直属于他们的祖传神殿,且不得不改变生活方式,每个人离开的无异于自己的城邦。