Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §2.18.1-2.18.5

奥伊诺埃围攻战与对阿基达莫斯拖延的谴责

第 164 段,共 917 段 · 希腊语

内容简介

伯罗奔尼撒军队抵达作为入侵阿提卡首站的边境要塞奥伊诺埃,但士兵们对阿基达莫斯的拖延感到愤怒,认为这给雅典人转移财产留出了时间。

§2.18.1ὁ δὲ στρατὸς τῶν Πελοποννησίων προϊὼν ἀφίκετο τῆς Ἀττικῆς ἐς Οἰνόην πρῶτον, ᾗπερ ἔμελλον ἐσβαλεῖν.
伯罗奔尼撒人的军队向前推进,首先抵达了他们打算侵入的阿提卡的奥伊诺埃。
καὶ ὡς ἐκαθέζοντο, προσβολὰς παρεσκευάζοντο τῷ τείχει ποιησόμενοι μηχαναῖς τε καὶ ἄλλῳ τρόπῳ·
他们安营扎寨后,便着手准备用攻城器械和其他方式对城墙发起进攻。
§2.18.2ἡ γὰρ Οἰνόη οὖσα ἐν μεθορίοις τῆς Ἀττικῆς καὶ Βοιωτίας ἐτετείχιστο, καὶ αὐτῷ φρουρίῳ οἱ Ἀθηναῖοι ἐχρῶντο ὁπότε πόλεμος καταλάβοι.
因为奥伊诺埃位于阿提卡和波奥蒂亚的边界,筑有防御工事,每当战争爆发时,雅典人便将其用作要塞。
τάς τε οὖν προσβολὰς ηὐτρεπίζοντο καὶ ἄλλως ἐνδιέτριψαν χρόνον περὶ αὐτήν.
于是他们做好了进攻的准备,此外也在该地带耽搁了时间。
§2.18.3αἰτίαν τε οὐκ ἐλαχίστην Ἀρχίδαμος ἔλαβεν ἀπ’ αὐτοῦ, δοκῶν καὶ ἐν τῇ ξυναγωγῇ τοῦ πολέμου μαλακὸς εἶναι καὶ τοῖς Ἀθηναίοις ἐπιτήδειος, οὐ παραινῶν προθύμως πολεμεῖν·
阿基达莫斯因此遭受了极大的非难,因为人们认为他在战争准备阶段就表现得软弱,且对雅典人怀有好感,不积极主张交战。
ἐπειδή τε ξυνελέγετο ὁ στρατός, ἥ τε ἐν τῷ Ἰσθμῷ ἐπιμονὴ γενομένη καὶ κατὰ τὴν ἄλλην πορείαν ἡ σχολαιότης διέβαλεν αὐτόν, μάλιστα δὲ ἡ ἐν τῇ Οἰνόῃ ἐπίσχεσις.
而且,当军队集结时,他在地峡处的停留以及此后行军中的迟缓,都使他名誉受损,尤其是他在奥伊诺埃的延误。
§2.18.4οἱ γὰρ Ἀθηναῖοι ἐσεκομίζοντο ἐν τῷ χρόνῳ τούτῳ, καὶ ἐδόκουν οἱ Πελοποννήσιοι ἐπελθόντες ἂν διὰ τάχους πάντα ἔτι ἔξω καταλαβεῖν, εἰ μὴ διὰ τὴν ἐκείνου μέλλησιν.
因为雅典人正利用这段时间搬运财产入城,而伯罗奔尼撒人认为,要不是因为他的拖延,他们若迅速推进,本来是可以把留在城外的所有财物都劫掠到手的。
§2.18.5ἐν τοιαύτῃ μὲν ὀργῇ ὁ στρατὸς τὸν Ἀρχίδαμον ἐν τῇ καθέδρᾳ εἶχεν.
军队在逗留期间便怀着这样的愤怒对待阿基达莫斯。
ὁ δὲ προσδεχόμενος, ὡς λέγεται, τοὺς Ἀθηναίους τῆς γῆς ἔτι ἀκεραίου οὔσης ἐνδώσειν τι καὶ κατοκνήσειν περιιδεῖν αὐτὴν τμηθεῖσαν, ἀνεῖχεν.
而据传说,他之所以按兵不动,是因为期待雅典人在土地尚未遭受破坏时做出某种让步,不忍心看着土地被蹂躏。

词汇与语法注释

  1. 2.18.1τῆς Ἀττικῆς — 修饰表示地点的宾语短语 ἐς Οἰνόην 的部分属格,意为“阿提卡境内的奥伊诺埃”。
  2. 2.18.4ἐπελθόντες ἂν ... καταλαβεῖν — 带有助词 ἂν 的不定式 καταλαβεῖν 充当动词 ἐδόκουν 的补足语,在间接引语中代表带有 ἂν 的过去直陈式虚拟结构(相当于 ἐπῆλθον ἂν... κατέλαβον ἂν,“本可以夺取”),其条件通过紧跟在 εἰ μὴ 之后的介词短语来表达。
  3. 2.18.5περιιδεῖν αὐτὴν τμηθεῖσαν — 动词 περιιδεῖν(意为“旁观、放任”)带有名词宾语 αὐτὴν(指代土地)和被动分词 τμηθεῖσαν,构成“放任土地被蹂躏”的结构。该整体作为动词 κατοκνήσειν(意为“不愿、犹豫”)的补足不定式。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §2.18.1-2.18.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:2.18.1-2.18.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。