Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §2.102.1-2.102.6

福尔米奥远征阿卡纳尼亚与阿刻罗俄斯河传说

第 248 段,共 917 段 · 希腊语

内容简介

雅典将军福尔米奥率军远征阿卡纳尼亚内陆,但因阿刻罗俄斯河冬季泛滥及埃奇纳德斯群岛的泥沙淤积,放弃了对俄尼亚代的冬季进攻。为此,文中叙述了阿尔克迈翁在这些新淤积土地上定居建国的传说。

§2.102.1οἱ δὲ ἐν Ναυπάκτῳ Ἀθηναῖοι τοῦ αὐτοῦ χειμῶνος, ἐπειδὴ τὸ τῶν Πελοποννησίων ναυτικὸν διελύθη, Φορμίωνος ἡγουμένου ἐστράτευσαν, παραπλεύσαντες ἐπ’ Ἀστακοῦ καὶ ἀποβάντες, ἐς τὴν μεσόγειαν τῆς Ἀκαρνανίας τετρακοσίοις μὲν ὁπλίταις Ἀθηναίων τῶν ἀπὸ τῶν νεῶν, τετρακοσίοις δὲ Μεσσηνίων, καὶ ἔκ τε Στράτου καὶ Κορόντων καὶ ἄλλων χωρίων ἄνδρας οὐ δοκοῦντας βεβαίους εἶναι ἐξήλασαν, καὶ Κύνητα τὸν Θεολύτου ἐς Κόροντα καταγαγόντες ἀνεχώρησαν πάλιν ἐπὶ τὰς ναῦς.
在同一年冬天,当伯罗奔尼撒人的舰队解散后,驻扎在诺帕克图斯的雅典人在福尔米奥的指挥下发动了远征。 他们乘船沿着海岸航行到阿斯塔科斯并登陆,带领从船上卸下的四百名雅典重装步兵和四百名美塞尼亚重装步兵,深入到阿卡纳尼亚的内陆地区;他们从斯特拉图斯、科龙塔及其他地方驱逐了那些被认为不忠诚的人,并在将塞奥利托斯之子基内斯送回科龙塔之后,再次撤回到了船上。
§2.102.2ἐς γὰρ Οἰνιάδας αἰεί ποτε πολεμίους ὄντας μόνους Ἀκαρνάνων οὐκ ἐδόκει δυνατὸν εἶναι χειμῶνος ὄντος στρατεύειν·
因为在冬季,要对俄尼亚代发动远征似乎是不可能的,它是阿卡纳尼亚人中唯一始终与他们敌对的城市。
ὁ γὰρ Ἀχελῷος ποταμὸς ῥέων ἐκ Πίνδου ὄρους διὰ Δολοπίας καὶ Ἀγραίων καὶ Ἀμφιλόχων καὶ διὰ τοῦ Ἀκαρνανικοῦ πεδίου, ἄνωθεν μὲν παρὰ Στράτον πόλιν, ἐς θάλασσαν δ’ ἐξιεὶς παρ’ Οἰνιάδας καὶ τὴν πόλιν αὐτοῖς περιλιμνάζων, ἄπορον ποιεῖ ὑπὸ τοῦ ὕδατος ἐν χειμῶνι στρατεύειν.
由于阿刻罗俄斯河发源于平度斯山,流经多洛皮亚、阿格拉伊人和安菲洛基亚人的领地,并穿过阿卡纳尼亚平原,在上游经过斯特拉图斯城,而在俄尼亚代附近注入大海,这使该城周围形成了一片沼泽,因而在冬季由于水势浩大而使军事行动变得不可能。
§2.102.3κεῖνται δὲ καὶ τῶν νήσων τῶν Ἐχινάδων αἱ πολλαὶ καταντικρὺ Οἰνιαδῶν τοῦ Ἀχελῴου τῶν ἐκβολῶν οὐδὲν ἀπέχουσαι, ὥστε μέγας ὢν ὁ ποταμὸς προσχοῖ αἰεὶ καὶ εἰσὶ τῶν νήσων αἳ ἠπείρωνται, ἐλπὶς δὲ καὶ πάσας οὐκ ἐν πολλῷ τινὶ ἂν χρόνῳ τοῦτο παθεῖν·
此外,埃奇纳德斯群岛的大多数岛屿都坐落在俄尼亚代的对面,紧邻阿刻罗俄斯河的河口。 因此,这条大河不断地冲刷并淤积泥沙,以至于其中一些岛屿已经与大陆相连,而且预计在不久的将来,所有的岛屿都会遭受同样的命运。
§2.102.4τό τε γὰρ ῥεῦμά ἐστι μέγα καὶ πολὺ καὶ θολερόν, αἵ τε νῆσοι πυκναί, καὶ ἀλλήλαις τῆς προσχώσεως [τῷ μὴ σκεδάννυσθαι] ξύνδεσμοι γίγνονται, παραλλὰξ καὶ οὐ κατὰ στοῖχον κείμεναι, οὐδ’ ἔχουσαι εὐθείας διόδους τοῦ ὕδατος ἐς τὸ πέλαγος.
因为河水流量大、流速急且浑浊,而且岛屿排列紧密,它们相互交错,不呈一字排开,也没有让水直接流向外海的通道,因此这些岛屿彼此连接,起到将淤积泥沙凝聚在一起的作用〔使其不致散开〕。
§2.102.5ἐρῆμοι δ’ εἰσὶ καὶ οὐ μεγάλαι.
这些岛屿荒无人烟,面积也不大。
λέγεται δὲ καὶ Ἀλκμέωνι τῷ Ἀμφιάρεω, ὅτε δὴ ἀλᾶσθαι αὐτὸν μετὰ τὸν φόνον τῆς μητρός, τὸν Ἀπόλλω ταύτην τὴν γῆν χρῆσαι οἰκεῖν, ὑπειπόντα οὐκ εἶναι λύσιν τῶν δειμάτων πρὶν ἂν εὑρὼν ἐν ταύτῃ τῇ χώρᾳ κατοικίσηται ἥτις ὅτε ἔκτεινε τὴν μητέρα μήπω ὑπὸ ἡλίου ἑωρᾶτο μηδὲ γῆ ἦν, ὡς τῆς γε ἄλλης αὐτῷ μεμιασμένης.
据说,当安菲阿拉俄斯之子阿尔克迈翁在杀害母亲后四处流浪时,阿波罗曾降下神谕,指引他居住在这片土地上;神谕暗示,在他找到并定居在这样一个地方之前,他的恐惧是无法消除的:即在他杀害母亲时,该地尚未被太阳照射,也还不是陆地,因为其他所有的土地都已被他污染了。
§2.102.6ὁ δ’ ἀπορῶν, ὥς φασι, μόλις κατενόησε τὴν πρόσχωσιν ταύτην τοῦ Ἀχελῴου, καὶ ἐδόκει αὐτῷ ἱκανὴ ἂν κεχῶσθαι δίαιτα τῷ σώματι ἀφ’ οὗπερ κτείνας τὴν μητέρα οὐκ ὀλίγον χρόνον ἐπλανᾶτο.
据说,正当他束手无策时,他终于注意到了阿刻罗俄斯河的这一堆积地;在他杀害母亲后长期流浪的过程中,这里似乎已经淤积出了足够维持其生活的土地。
καὶ κατοικισθεὶς ἐς τοὺς περὶ Οἰνιάδας τόπους ἐδυνάστευσέ τε καὶ ἀπὸ Ἀκαρνᾶνος παιδὸς ἑαυτοῦ τῆς χώρας τὴν ἐπωνυμίαν ἐγκατέλιπεν.
于是,他在俄尼亚代附近的地区定居下来,掌握了政权,并以他的儿子阿卡南的名字命名了这片土地。
τὰ μὲν περὶ Ἀλκμέωνα τοιαῦτα λεγόμενα παρελάβομεν.
这就是关于阿尔克迈翁流传下来的传说。

词汇与语法注释

  1. 2.102.3ἐλπὶς δὲ καὶ πάσας οὐκ ἐν πολλῷ τινὶ ἂν χρόνῳ τοῦτο παθεῖν — 该句是名词 `ἐλπὶς`(预想、期望)后接由宾格主语 `πάσας`(所有岛屿)与不定式 `παθεῖν`(遭遇、变成如此)构成的带宾格的不定式结构。不定式旁的 `ἄν` 表示未来的潜在可能性(“预计……将会遭遇此情况”)。
  2. 2.102.4ἀλλήλαις τῆς προσχώσεως [τῷ μὴ σκεδάννυσθαι] ξύνδεσμοι γίγνονται — 与格 `ἀλλήλαις`(彼此、相互)修饰名词 `ξύνδεσμοι`(结合物、纽带),说明岛屿在使彼此的淤积物固定化中起到的作用。`τῷ μὴ σκεδάννυσθαι`(通过不致散开)是冠词性不定式的与格,表示手段或原因,解释了泥沙得以凝聚不散的机制。
  3. 2.102.5ὅτε δὴ ἀλᾶσθαι αὐτὸν μετὰ τὸν φόνον τῆς μητρός — 这是由主句动词 `λέγεται`(据说)引导的间接引语。在通常应使用直陈述法的从属时间从句(`ὅτε...`)中,受间接引语的影响,动词规则地变为了不定式 `ἀλᾶσθαι`。
  4. 2.102.6ἀφ’ οὗπερ κτείνας τὴν μητέρα οὐκ ὀλίγον χρόνον ἐπλανᾶτο — 关系代词短语 `ἀφ' οὗπερ` 直译为“自……之时起”,指从弑母开始计算的时间长度。分词 `κτείνας` 表示在主动词 `ἐπλανᾶτο`(流浪)之前发生的动作(弑母),这一漫长的流浪时期正好对应了阿刻罗俄斯河淤积出足够供其定居的土地所需的时间。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §2.102.1-2.102.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:2.102.1-2.102.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。