§1.146.1αἰτίαι δὲ αὗται καὶ διαφοραὶ ἐγένοντο ἀμφοτέροις πρὸ τοῦ πολέμου, ἀρξάμεναι εὐθὺς ἀπὸ τῶν ἐν Ἐπιδάμνῳ καὶ Κερκύρᾳ·
这些是战争前双方之间产生的起因和分歧,直接始于在埃皮达姆努斯和克基拉发生的事件。
ἐπεμείγνυντο δὲ ὅμως ἐν αὐταῖς καὶ παρ’ ἀλλήλους ἐφοίτων ἀκηρύκτως μέν, ἀνυπόπτως δὲ οὔ· σπονδῶν γὰρ ξύγχυσις τὰ γιγνόμενα ἦν καὶ πρόφασις τοῦ πολεμεῖν.
然而,在这些分歧期间,他们仍然互相往来,虽然无需传令官,但也并非没有猜疑;因为所发生的一切实际上是对条约的破坏,也是战争的借口。