§1.97.1ἡγούμενοι δὲ αὐτονόμων τὸ πρῶτον τῶν ξυμμάχων καὶ ἀπὸ κοινῶν ξυνόδων βουλευόντων τοσάδε ἐπῆλθον πολέμῳ τε καὶ διαχειρίσει πραγμάτων μεταξὺ τοῦδε τοῦ πολέμου καὶ τοῦ Μηδικοῦ, ἃ ἐγένετο πρός τε τὸν βάρβαρον αὐτοῖς καὶ πρὸς τοὺς σφετέρους ξυμμάχους νεωτερίζοντας καὶ Πελοποννησίων τοὺς αἰεὶ προστυγχάνοντας ἐν ἑκάστῳ.
起初,雅典人在盟友们保持自主并于共同会议中进行决策的情况下领导他们,在此次战争与波斯战争之间,通过战争以及对事务的经略,取得了如此多的成就;这些行动是他们针对蛮族、针对那些图谋叛乱的自身盟友,以及针对在各个具体事件中每次卷入其中的伯罗奔尼撒人所展开的。
§1.97.2ἔγραψα δὲ αὐτὰ καὶ τὴν ἐκβολὴν τοῦ λόγου ἐποιησάμην διὰ τόδε, ὅτι τοῖς πρὸ ἐμοῦ ἅπασιν ἐκλιπὲς τοῦτο ἦν τὸ χωρίον καὶ ἢ τὰ πρὸ τῶν Μηδικῶν Ἑλληνικὰ ξυνετίθεσαν ἢ αὐτὰ τὰ Μηδικά· τούτων δὲ ὅσπερ καὶ ἥψατο ἐν τῇ Ἀττικῇ ξυγγραφῇ Ἑλλάνικος, βραχέως τε καὶ τοῖς χρόνοις οὐκ ἀκριβῶς ἐπεμνήσθη.
我写下这些并在此偏离叙事主题,是因为以下原因:在我之前的所有人,都遗漏了这一历史时期,他们要么编撰波斯战争之前的希腊历史,要么编撰波斯战争本身;而在他们之中,唯有赫拉尼库斯在他的《阿提卡史》中触及了这一时期,但他也只是简短地、且在年代顺序上很不精确地提及了它。
ἅμα δὲ καὶ τῆς ἀρχῆς ἀπόδειξιν ἔχει τῆς τῶν Ἀθηναίων ἐν οἵῳ τρόπῳ κατέστη.
同时,这一叙述也展示了雅典人的帝国是以何种方式建立起来的。