§1.94.1Παυσανίας δὲ ὁ Κλεομβρότου ἐκ Λακεδαίμονος στρατηγὸς τῶν Ἑλλήνων ἐξεπέμφθη μετὰ εἴκοσι νεῶν ἀπὸ Πελοποννήσου· ξυνέπλεον δὲ καὶ Ἀθηναῖοι τριάκοντα ναυσὶ καὶ τῶν ἄλλων ξυμμάχων πλῆθος.
此时,克勒翁布罗托斯之子帕萨尼亚斯作为希腊人的统帅,率领来自伯罗奔尼撒的二十艘船只从拉栖代梦被派遣出去;雅典人也率领三十艘船只以及其他盟国的众多军队一同航行。
§1.94.2καὶ ἐστράτευσαν ἐς Κύπρον καὶ αὐτῆς τὰ πολλὰ κατεστρέψαντο, καὶ ὕστερον ἐς Βυζάντιον Μήδων ἐχόντων, καὶ ἐξεπολιόρκησαν ἐν τῇδε τῇ ἡγεμονίᾳ.
他们远征塞浦路斯,征服了该岛的大部分地区,随后又前往波斯人占领下的拜占庭,并在这次统帅权期间通过围攻夺取了该地。