Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §1.93.1-1.93.8

雅典城墙与庇拉尤斯要塞的修筑

第 93 段,共 917 段 · 希腊语

内容简介

描述了在忒弥斯托克利的指导下,雅典人如何以罕见的紧急速度修筑城墙和庇拉尤斯港的防御工事,并阐述了重视海军的国防战略。

§1.93.1τούτῳ τῷ τρόπῳ οἱ Ἀθηναῖοι τὴν πόλιν ἐτείχισαν ἐν ὀλίγῳ χρόνῳ.
雅典人就是用这种方式在很短的时间内建起了城墙。
§1.93.2καὶ δήλη ἡ οἰκοδομία ἔτι καὶ νῦν ἐστὶν ὅτι κατὰ σπουδὴν ἐγένετο·
甚至在今天,城墙的建筑构造也清楚地表明它是匆忙建成的。
οἱ γὰρ θεμέλιοι παντοίων λίθων ὑπόκεινται καὶ οὐ ξυνειργασμένων ἔστιν ᾗ, ἀλλ’ ὡς ἕκαστόν ποτε προσέφερον, πολλαί τε στῆλαι ἀπὸ σημάτων καὶ λίθοι εἰργασμένοι ἐγκατελέγησαν.
因为地基是由各种各样的石头砌成的,在某些地方甚至没有经过加工,只是按人们当时运来的样子直接堆砌上去;许多来自墓地的碑石和加工过的石块也被砌入其中。
μείζων γὰρ ὁ περίβολος πανταχῇ ἐξήχθη τῆς πόλεως, καὶ διὰ τοῦτο πάντα ὁμοίως κινοῦντες ἠπείγοντο.
由于城墙的周长在各个方向上都比原先的城市有所扩大,因此他们不分彼此地搬动一切材料,急于赶工。
§1.93.3ἔπεισε δὲ καὶ τοῦ Πειραιῶς τὰ λοιπὰ ὁ Θεμιστοκλῆς οἰκοδομεῖν (ὑπῆρκτο δ’ αὐτοῦ πρότερον ἐπὶ τῆς ἐκείνου ἀρχῆς ἧς κατ’ ἐνιαυτὸν Ἀθηναίοις ἦρξε) νομίζων τό τε χωρίον καλὸν εἶναι, λιμένας ἔχον τρεῖς αὐτοφυεῖς, καὶ αὐτοὺς ναυτικοὺς γεγενημένους μέγα προφέρειν ἐς τὸ §1.93.4κτήσασθαι δύναμιν (τῆς γὰρ δὴ θαλάσσης πρῶτος ἐτόλμησεν εἰπεῖν ὡς ἀνθεκτέα ἐστί), καὶ τὴν ἀρχὴν εὐθὺς ξυγκατεσκεύαζεν.
忒弥斯托克利还说服他们修筑庇拉尤斯港其余部分的城墙(这项工程以前在他担任雅典年度执政官期间就已经开始),他认为这个地方地势优越,拥有三个天然港口,而且雅典人既然已经成为海上民族,这对于获得力量将大有裨益(因为他是第一个敢于宣称必须牢牢控制海洋的人),于是他立即着手奠定他们帝国的基石。
§1.93.5καὶ ᾠκοδόμησαν τῇ ἐκείνου γνώμῃ τὸ πάχος τοῦ τείχους ὅπερ νῦν ἔτι δῆλόν ἐστι περὶ τὸν Πειραιᾶ· δύο γὰρ ἅμαξαι ἐναντίαι ἀλλήλαις τοὺς λίθους ἐπῆγον.
按照他的主意,他们建造了城墙,其厚度至今在庇拉尤斯周围仍清晰可见:两辆马车可以相向而行,在墙上运送石料。
ἐντὸς δὲ οὔτε χάλιξ οὔτε πηλὸς ἦν, ἀλλὰ ξυνῳκοδομημένοι μεγάλοι λίθοι καὶ ἐντομῇ ἐγγώνιοι, σιδήρῳ πρὸς ἀλλήλους τὰ ἔξωθεν καὶ μολύβδῳ δεδεμένοι.
城墙内部既没有碎石也没有黏土,而是用整齐切割成直角的巨大石块拼合而成,外侧则用铁箍和铅彼此紧固。
τὸ δὲ ὕψος ἥμισυ μάλιστα ἐτελέσθη οὗ διενοεῖτο.
但墙的高度最终只完成了他所设想的大约一半。
§1.93.6ἐβούλετο γὰρ τῷ μεγέθει καὶ τῷ πάχει ἀφιστάναι τὰς τῶν πολεμίων ἐπιβουλάς, ἀνθρώπων τε ἐνόμιζεν ὀλίγων καὶ τῶν ἀχρειοτάτων ἀρκέσειν τὴν φυλακήν, τοὺς δ’ ἄλλους ἐς τὰς ναῦς ἐσβήσεσθαι.
因为他希望依靠城墙的高度和厚度来阻挡敌人的图谋,并且他认为,只需少数最不适宜作战的人留守就足够了,而其他人则可以全部登上战船。
§1.93.7ταῖς γὰρ ναυσὶ μάλιστα προσέκειτο, ἰδών, ὡς ἐμοὶ δοκεῖ, τῆς βασιλέως στρατιᾶς τὴν κατὰ θάλασσαν ἔφοδον εὐπορωτέραν τῆς κατὰ γῆν οὖσαν·
他之所以极力倡导发展海军,在我看来,是因为他看到波斯国王的军队从海上进攻比从陆上更为便利。
τόν τε Πειραιᾶ ὠφελιμώτερον ἐνόμιζε τῆς ἄνω πόλεως, καὶ πολλάκις τοῖς Ἀθηναίοις παρῄνει, ἢν ἄρα ποτὲ κατὰ γῆν βιασθῶσι, καταβάντας ἐς αὐτὸν ταῖς ναυσὶ πρὸς ἅπαντας ἀνθίστασθαι.
他认为庇拉尤斯比上城更为有用,并经常向雅典人建议,如果万一在陆上受到压迫,就应当退守到港口,用船只对抗所有的敌人。
§1.93.8Ἀθηναῖοι μὲν οὖν οὕτως ἐτειχίσθησαν καὶ τἆλλα κατεσκευάζοντο εὐθὺς μετὰ τὴν Μήδων ἀναχώρησιν.
于是,雅典人就这样修筑了城墙,并在波斯人撤退后立即着手进行其他建设。

词汇与语法注释

  1. 1.93.2δήλη ἡ οἰκοδομία ἔτι καὶ νῦν ἐστὶν ὅτι — 先行先行词结构(prolepsis)。主句的主语 `ἡ οἰκοδομία`(建筑)被提前以示强调,而 `ὅτι` 引导的从句则具体解释了其状态(即它是仓促建成的)。
  2. 1.93.3ἧς — 关系代词的同化(attraction)。关系代词 `ἧς` 受到其先行词 `ἀρχῆς`(属格)的影响而变为属格,而在语法上,它本应作为不及物动词 `ἦρξε` 的同源宾语,呈宾格 `ἣν`。
  3. 1.93.3αὐτοὺς ναυτικοὺς γεγενημένους μέγα προφέρειν — 由 `νομίζων` 引导的“宾格加不定式”结构。宾格的 `αὐτοὺς`(以及与之相一致的分词 `γεγενημένους`)作为不定式 `προφέρειν` 的逻辑主语,意为“他们自己成为海上民族这件事将大有裨益”。
  4. 1.93.4τῆς γὰρ δὴ θαλάσσης ... ἀνθεκτέα ἐστί — 动形容词 `ἀνθεκτέα`(源自 `ἀντέχομαι`,“坚持、固守”)在此作非人称中性复数使用,它继承了原动词支配属格的用法,因此要求 `τῆς θαλάσσης` 呈属格。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §1.93.1-1.93.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:1.93.1-1.93.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。