§1.95.1ἤδη δὲ βιαίου ὄντος αὐτοῦ οἵ τε ἄλλοι Ἕλληνες ἤχθοντο καὶ οὐχ ἥκιστα οἱ Ἴωνες καὶ ὅσοι ἀπὸ βασιλέως νεωστὶ ἠλευθέρωντο· φοιτῶντές τε πρὸς τοὺς Ἀθηναίους ἠξίουν αὐτοὺς ἡγεμόνας σφῶν γίγνεσθαι κατὰ τὸ ξυγγενὲς καὶ Παυσανίᾳ μὴ ἐπιτρέπειν, ἤν που βιάζηται.
鉴于他此时的行为已变得专横跋扈,其他希腊人都感到愤慨,尤其是伊奥尼亚人以及那些最近刚从波斯国王统治下获得解放的人;他们频繁前往雅典人那里,请求雅典人基于同族关系成为他们的领袖,并且在帕萨尼亚斯企图强暴行事时不要姑息他。
§1.95.2οἱ δὲ Ἀθηναῖοι ἐδέξαντό τε τοὺς λόγους καὶ προσεῖχον τὴν γνώμην ὡς οὐ περιοψόμενοι τἆλλά τε καταστησόμενοι ᾗ φαίνοιτο ἄριστα αὐτοῖς.
雅典人接受了这些提议并予以密切关注,意图不予坐视,并准备将其他一切事务按照最符合自己意愿的方式加以整顿。
§1.95.3ἐν τούτῳ δὲ οἱ Λακεδαιμόνιοι μετεπέμποντο Παυσανίαν ἀνακρινοῦντες ὧν πέρι ἐπυνθάνοντο· καὶ γὰρ ἀδικία πολλὴ κατηγορεῖτο αὐτοῦ ὑπὸ τῶν Ἑλλήνων τῶν ἀφικνουμένων, καὶ τυραννίδος μᾶλλον ἐφαίνετο μίμησις ἢ στρατηγία.
在此期间,拉栖代梦人召回了帕萨尼亚斯,企图审问他们所听到的有关他的传言;因为前来此地的希腊人对他提出了许多不公义行为的指控,他的指挥看起来更像是对僭主统治的模仿,而非将军的统帅。
§1.95.4ξυνέβη τε αὐτῷ καλεῖσθαί τε ἅμα καὶ τοὺς ξυμμάχους τῷ ἐκείνου ἔχθει παρ’ Ἀθηναίους μετατάξασθαι πλὴν τῶν ἀπὸ Πελοποννήσου στρατιωτῶν.
恰好在他被召回的同时,盟友们因为对他的憎恨,除了来自伯罗奔尼撒的士兵以外,全都转而归附于雅典人。
§1.95.5ἐλθὼν δὲ ἐς Λακεδαίμονα τῶν μὲν ἰδίᾳ πρός τινα ἀδικημάτων ηὐθύνθη, τὰ δὲ μέγιστα ἀπολύεται μὴ ἀδικεῖν· κατηγορεῖτο δὲ αὐτοῦ οὐχ ἥκιστα μηδισμὸς καὶ ἐδόκει σαφέστατον εἶναι.
抵达拉栖代梦后,他因针对个人的私事不法行为而被判定有罪,但在最重大的指控上则获释无罪;对他的指控中尤为严重的是亲波斯通敌,而这一点似乎最为昭然。
§1.95.6καὶ ἐκεῖνον μὲν οὐκέτι ἐκπέμπουσιν ἄρχοντα, Δόρκιν δὲ καὶ ἄλλους τινὰς μετ’ αὐτοῦ στρατιὰν ἔχοντας οὐ πολλήν· οἷς οὐκέτι ἐφίεσαν οἱ ξύμμαχοι τὴν ἡγεμονίαν.
他们不再派他担任指挥官,而是派遣了多尔克斯和其他几人,带去了一支人数不多的军队;然而盟友们不再将领导权让予他们。
§1.95.7οἱ δὲ αἰσθόμενοι ἀπῆλθον, καὶ ἄλλους οὐκέτι ὕστερον ἐξέπεμψαν οἱ Λακεδαιμόνιοι, φοβούμενοι μὴ σφίσιν οἱ ἐξιόντες χείρους γίγνωνται, ὅπερ καὶ ἐν τῷ Παυσανίᾳ ἐνεῖδον, ἀπαλλαξείοντες δὲ καὶ τοῦ Μηδικοῦ πολέμου καὶ τοὺς Ἀθηναίους νομίζοντες ἱκανοὺς ἐξηγεῖσθαι καὶ σφίσιν ἐν τῷ τότε παρόντι ἐπιτηδείους.
他们察觉到这一点后便回国了,此后拉栖代梦人也没有再派遣其他人,因为他们担心出国在外的人会变坏,而这正是他们在帕萨尼亚斯身上所看到的;同时也因为他们希望摆脱波斯战争,并且认为雅典人有能力领导,且在当时的情况下对他们也是友好的。