§1.92.1οἱ δὲ Λακεδαιμόνιοι ἀκούσαντες ὀργὴν μὲν φανερὰν οὐκ ἐποιοῦντο τοῖς Ἀθηναίοις (οὐδὲ γὰρ ἐπὶ κωλύμῃ, ἀλλὰ γνώμης παραινέσει δῆθεν τῷ κοινῷ ἐπρεσβεύσαντο, ἅμα δὲ καὶ προσφιλεῖς ὄντες ἐν τῷ τότε διὰ τὴν ἐς τὸν Μῆδον προθυμίαν τὰ μάλιστ’ αὐτοῖς ἐτύγχανον), τῆς μέντοι βουλήσεως ἁμαρτάνοντες ἀδήλως ἤχθοντο.
斯巴达人听了这些,并没有对雅典人公开表示愤怒(因为他们派遣使团,表面上至少不是为了阻挠,而是为了对共同利益提出建议;同时,由于雅典人当时对对抗波斯人表现出的热忱,他们与雅典人的关系正处于极度友好的状态);然而,由于未能实现自己的意图,他们内心暗自感到恼怒。
οἵ τε πρέσβεις ἑκατέρων ἀπῆλθον ἐπ’ οἴκου ἀνεπικλήτως.
双方的使者也就在没有相互指责的情况下各自回国了。