§1.90.1Λακεδαιμόνιοι δὲ αἰσθόμενοι τὸ μέλλον ἦλθον πρεσβείᾳ, τὰ μὲν καὶ αὐτοὶ ἥδιον ἂν ὁρῶντες μήτ’ ἐκείνους μήτ’ ἄλλον μηδένα τεῖχος ἔχοντα, τὸ δὲ πλέον τῶν ξυμμάχων ἐξοτρυνόντων καὶ φοβουμένων τοῦ τε ναυτικοῦ αὐτῶν τὸ πλῆθος, ὃ πρὶν οὐχ ὑπῆρχε, καὶ τὴν ἐς τὸν Μηδικὸν πόλεμον τόλμαν γενομένην.
斯巴达人察觉到未来的局势,便派来使团。 一方面,他们自己也更希望看到无论是雅典人还是其他任何人都不要拥有城墙;但更主要的是,由于盟友的催促以及对雅典人庞大舰队(这在以前是不存在的)和在波斯战争中所展现出的勇气的恐惧。
§1.90.2ἠξίουν τε αὐτοὺς μὴ τειχίζειν, ἀλλὰ καὶ τῶν ἔξω Πελοποννήσου μᾶλλον ὅσοις εἱστήκει ξυγκαθελεῖν μετὰ σφῶν τοὺς περιβόλους, τὸ μὲν βουλόμενον καὶ ὕποπτον τῆς γνώμης οὐ δηλοῦντες ἐς τοὺς Ἀθηναίους, ὡς δὲ τοῦ βαρβάρου, εἰ αὖθις ἐπέλθοι, οὐκ ἂν ἔχοντος ἀπὸ ἐχυροῦ ποθέν, ὥσπερ νῦν ἐκ τῶν Θηβῶν, ὁρμᾶσθαι· τήν τε Πελοπόννησον πᾶσιν ἔφασαν ἀναχώρησίν τε καὶ ἀφορμὴν ἱκανὴν εἶναι.
他们要求雅典人不仅不要修筑城墙,反而要和他们一起,去拆毁伯罗奔尼撒半岛以外所有仍立有围墙的城市的城墙。 他们对雅典人并没有显露出内心的真实意图和猜疑,而是以“如果蛮族再次入侵,就不会有任何像近期的底比斯那样可以作为出击基地的坚固要塞”为借口;并且声称伯罗奔尼撒半岛对所有人来说都是充足的退路和基地。
§1.90.3οἱ δ’ Ἀθηναῖοι Θεμιστοκλέους γνώμῃ τοὺς μὲν Λακεδαιμονίους ταῦτ’ εἰπόντας ἀποκρινάμενοι ὅτι πέμψουσιν ὡς αὐτοὺς πρέσβεις περὶ ὧν λέγουσιν εὐθὺς ἀπήλλαξαν·
而雅典人根据地米斯托克利的建议,答复提出这些要求的斯巴达人说,他们将就所讨论的事项向他们派遣使者,并立刻遣走了他们。
ἑαυτὸν δ’ ἐκέλευεν ἀποστέλλειν ὡς τάχιστα ὁ Θεμιστοκλῆς ἐς τὴν Λακεδαίμονα, ἄλλους δὲ πρὸς ἑαυτῷ ἑλομένους πρέσβεις μὴ εὐθὺς ἐκπέμπειν, ἀλλ’ ἐπισχεῖν μέχρι τοσούτου ἕως ἂν τὸ τεῖχος ἱκανὸν ἄρωσιν ὥστε ἀπομάχεσθαι ἐκ τοῦ ἀναγκαιοτάτου ὕψους·
地米斯托克利则要求他们尽快派遣他自己前往斯巴达,而对于除他以外选出的其他使者,则不要立即发出,而是要推迟,直到城墙筑到足以进行防守的最低必要高度为止。
τειχίζειν δὲ πάντας πανδημεὶ τοὺς ἐν τῇ πόλει [καὶ αὐτοὺς καὶ γυναῖκας καὶ παῖδας ], φειδομένους μήτε ἰδίου μήτε δημοσίου οἰκοδομήματος ὅθεν τις ὠφελία ἔσται ἐς τὸ ἔργον, ἀλλὰ καθαιροῦντας πάντα.
他还命令城邦中的所有人,包括男女老幼,全体动员修筑城墙,不要顾惜任何私有或公有的建筑——只要该建筑能对工程有所帮助——而是要把一切都拆毁。
§1.90.4καὶ ὁ μὲν ταῦτα διδάξας καὶ ὑπειπὼν τἆλλα ὅτι αὐτὸς τἀκεῖ πράξοι ᾤχετο.
他交代了这些事,并暗示其余的事他自己会在那边处理,随后便启程了。
§1.90.5καὶ ἐς τὴν Λακεδαίμονα ἐλθὼν οὐ προσῄει πρὸς τὰς ἀρχάς, ἀλλὰ διῆγε καὶ προυφασίζετο.
他到达斯巴达后,并不去见执政官,而是借故推延。
καὶ ὁπότε τις αὐτὸν ἔροιτο τῶν ἐν τέλει ὄντων ὅτι οὐκ ἐπέρχεται ἐπὶ τὸ κοινόν, ἔφη τοὺς ξυμπρέσβεις ἀναμένειν, ἀσχολίας δέ τινος οὔσης αὐτοὺς ὑπολειφθῆναι, προσδέχεσθαι μέντοι ἐν τάχει ἥξειν καὶ θαυμάζειν ὡς οὔπω πάρεισιν.
每当有在位官员问他为什么不出席公民大会时,他就说自己在等候同僚使者,他们因为有些俗务被耽搁在后面,但预计很快就会到达,并且他对他们至今未到感到十分诧异。