§1.88.1ἐψηφίσαντο δὲ οἱ Λακεδαιμόνιοι τὰς σπονδὰς λελύσθαι καὶ πολεμητέα εἶναι οὐ τοσοῦτον τῶν ξυμμάχων πεισθέντες τοῖς λόγοις ὅσον φοβούμενοι τοὺς Ἀθηναίους μὴ ἐπὶ μεῖζον δυνηθῶσιν, ὁρῶντες αὐτοῖς τὰ πολλὰ τῆς Ἑλλάδος ὑποχείρια ἤδη ὄντα.
拉刻代蒙人投票判定和约已被破坏并必须进行战争,这与其说是由于他们被盟友的言说所说服,不如说是由于他们害怕雅典人变得更加强大,因为他们看到希腊的绝大部分已经处于雅典人的控制之下了。