§1.87.1τοιαῦτα λέξας ἐπεψήφιζεν αὐτὸς ἔφορος ὢν ἐς τὴν ἐκκλησίαν τῶν Λακεδαιμονίων.
说完了这些话,他自己因为担任监察官,便向拉刻代蒙人的公民大会提请表决。
§1.87.2ὁ δέ (κρίνουσι γὰρ βοῇ καὶ οὐ ψήφῳ) οὐκ ἔφη διαγιγνώσκειν τὴν βοὴν ὁποτέρα μείζων, ἀλλὰ βουλόμενος αὐτοὺς φανερῶς ἀποδεικνυμένους τὴν γνώμην ἐς τὸ πολεμεῖν μᾶλλον ὁρμῆσαι ἔλεξεν ‘ὅτῳ μὲν ὑμῶν, ὦ Λακεδαιμόνιοι, δοκοῦσι λελύσθαι αἱ σπονδαὶ καὶ οἱ Ἀθηναῖοι ἀδικεῖν, ἀναστήτω ἐς ἐκεῖνο τὸ χωρίον,’ δείξας τι χωρίον αὐτοῖς, ‘ὅτῳ δὲ μὴ δοκοῦσιν, ἐς τὰ ἐπὶ θάτερα.
但他(因为他们是通过欢呼而不是通过投票来做决定的)说他无法分辨哪种欢呼声更大,而是希望他们公开表明自己的意见,从而更加热切地投身战争,于是说道:“拉刻代蒙人啊,你们当中凡是认为和约已被破坏、雅典人正在行不义的人,请站起来走到那个地方,”他向他们指了指某个地方,“而那些不这么认为的人,则走到另一边。
’ ἀναστάντες δὲ διέστησαν, §1.87.3καὶ πολλῷ πλείους ἐγένοντο οἷς ἐδόκουν αἱ σπονδαὶ λελύσθαι.
”于是他们站起来,分成了两边,那些认为和约已被破坏的人占了绝大多数。
§1.87.4προσκαλέσαντές τε τοὺς ξυμμάχους εἶπον ὅτι σφίσι μὲν δοκοῖεν ἀδικεῖν οἱ Ἀθηναῖοι, βούλεσθαι δὲ καὶ τοὺς πάντας ξυμμάχους παρακαλέσαντες ψῆφον ἐπαγαγεῖν, ὅπως κοινῇ βουλευσάμενοι τὸν πόλεμον ποιῶνται, ἢν δοκῇ.
他们召进盟友,对他们说,他们自己虽然认为雅典人行了不义,但他们也希望召集所有的盟友并进行表决,以便在共同审议之后,如果大家同意,就共同发动战争。
§1.87.5καὶ οἱ μὲν ἀπεχώρησαν ἐπ’ οἴκου διαπραξάμενοι ταῦτα, καὶ οἱ Ἀθηναίων πρέσβεις ὕστερον ἐφ’ ἅπερ ἦλθον χρηματίσαντες·
在办完这些事情后,盟友们便启程回家,雅典的使节们在随后处理完他们来此的目的后也回去了。
§1.87.6ἡ δὲ διαγνώμη αὕτη τῆς ἐκκλησίας, τοῦ τὰς σπονδὰς λελύσθαι, ἐγένετο ἐν τῷ τετάρτῳ καὶ δεκάτῳ ἔτει τῶν τριακοντουτίδων σπονδῶν προκεχωρηκυιῶν, αἳ ἐγένοντο μετὰ τὰ Εὐβοϊκά.
公民大会的这一项关于和约已被破坏的决议,是在埃维亚战争后缔结的《三十年和约》持续到第十四年时做出的。