§1.86.1‘τοὺς μὲν λόγους τοὺς πολλοὺς τῶν Ἀθηναίων οὐ γιγνώσκω· ἐπαινέσαντες γὰρ πολλὰ ἑαυτοὺς οὐδαμοῦ ἀντεῖπον ὡς οὐκ ἀδικοῦσι τοὺς ἡμετέρους ξυμμάχους καὶ τὴν Πελοπόννησον·
“对于雅典人那些长篇大论,我无法理解;因为他们虽然大肆赞美自己,却根本没有反驳他们正在对我们的盟友和伯罗奔尼撒犯下不公。
καίτοι εἰ πρὸς τοὺς Μήδους ἐγένοντο ἀγαθοὶ τότε, πρὸς δ’ ἡμᾶς κακοὶ νῦν, διπλασίας ζημίας ἄξιοί εἰσιν, ὅτι ἀντ’ ἀγαθῶν κακοὶ γεγένηνται.
然而,如果他们当时对波斯人是英勇的,而现在对我们却是邪恶的,那么他们理应受到双倍的惩罚,因为他们由好变坏了。
§1.86.2ἡμεῖς δὲ ὁμοῖοι καὶ τότε καὶ νῦν ἐσμέν, καὶ τοὺς ξυμμάχους, ἢν σωφρονῶμεν, οὐ περιοψόμεθα ἀδικουμένους οὐδὲ μελλήσομεν τιμωρεῖν· οἱ δ’ οὐκέτι μέλλουσι κακῶς πάσχειν.
但我们不论是过去还是现在都是一样的,如果我们明智的话,我们就不会对盟友遭受不公视而不见,也不会拖延去援助他们;因为他们已经不再是拖延着遭受苦难了。
§1.86.3ἄλλοις μὲν γὰρ χρήματά ἐστι πολλὰ καὶ νῆες καὶ ἵπποι, ἡμῖν δὲ ξύμμαχοι ἀγαθοί, οὓς οὐ παραδοτέα τοῖς Ἀθηναίοις ἐστίν, οὐδὲ δίκαις καὶ λόγοις διακριτέα μὴ λόγῳ καὶ αὐτοὺς βλαπτομένους, ἀλλὰ τιμωρητέα ἐν τάχει καὶ παντὶ σθένει.
因为其他人拥有许多钱财、船只和马匹,而我们拥有优秀的盟友,我们决不能把他们拱手让给雅典人,也不能通过诉讼和言辞来解决争端,因为他们自己所受的伤害也绝非仅在言辞上,而是必须迅速且竭尽全力地予以援助。
§1.86.4καὶ ὡς ἡμᾶς πρέπει βουλεύεσθαι ἀδικουμένους μηδεὶς διδασκέτω, ἀλλὰ τοὺς μέλλοντας ἀδικεῖν μᾶλλον πρέπει πολὺν χρόνον βουλεύεσθαι.
绝不要让任何人教导我们,在遭受不公时应当如何审慎考虑,相反,那些企图行不义之人,才更应该花很长时间去审慎考虑。
§1.86.5ψηφίζεσθε οὖν, ὦ Λακεδαιμόνιοι, ἀξίως τῆς Σπάρτης τὸν πόλεμον, καὶ μήτε τοὺς Ἀθηναίους ἐᾶτε μείζους γίγνεσθαι μήτε τοὺς ξυμμάχους καταπροδιδῶμεν, ἀλλὰ ξὺν τοῖς θεοῖς ἐπίωμεν ἐπὶ τοὺς ἀδικοῦντας.
因此,拉刻代蒙人啊,请做出配得上斯巴达的决定,通过战争决议,既不要容许雅典人变得更强大,也不要让我们背叛盟友,而让我们在神明的保佑下,向那些作恶者进军!
’
”