§1.85.1‘ταύτας οὖν ἃς οἱ πατέρες τε ἡμῖν παρέδοσαν μελέτας καὶ αὐτοὶ διὰ παντὸς ὠφελούμενοι ἔχομεν μὴ παρῶμεν, μηδὲ ἐπειχθέντες ἐν βραχεῖ μορίῳ ἡμέρας περὶ πολλῶν σωμάτων καὶ χρημάτων καὶ πόλεων καὶ δόξης βουλεύσωμεν, ἀλλὰ καθ᾽ ἡσυχίαν.
‘因此,那些由父辈传给我们的、且我们自己因始终获益而保有的修练,我们决不能放弃;我们也不应当在匆忙之中,仅凭一日的片刻,就对涉及众多生命、财产、城邦和名誉的大事做出决定,而应当在沉着冷静中行事。
ἔξεστι δ’ ἡμῖν μᾶλλον ἑτέρων διὰ ἰσχύν.
由于我们的强大,我们比其他人更有条件做到这一点。
§1.85.2καὶ πρὸς τοὺς Ἀθηναίους πέμπετε μὲν περὶ τῆς Ποτειδαίας, πέμπετε δὲ περὶ ὧν οἱ ξύμμαχοί φασιν ἀδικεῖσθαι, ἄλλως τε καὶ ἑτοίμων ὄντων αὐτῶν δίκας δοῦναι·
你们应当向雅典人派出使节,就波提代亚进行交涉;也应当就同盟国声称所受的不公进行交涉,尤其是因为雅典人自己已经准备好接受仲裁。
ἐπὶ δὲ τὸν διδόντα οὐ πρότερον νόμιμον ὡς ἐπ’ ἀδικοῦντα ἰέναι.
对于愿意接受仲裁的人,在采取法律或和平途径之前,就像对待作恶者一样直接诉诸武力,是不合乎法律的。
παρασκευάζεσθε δὲ τὸν πόλεμον ἅμα.
但与此同时,你们也要准备战争。
ταῦτα γὰρ καὶ κράτιστα βουλεύσεσθε καὶ τοῖς ἐναντίοις φοβερώτατα.
因为这样做既是你们最明智的决定,也是对对手而言最可怕的。
’ §1.85.3καὶ ὁ μὲν Ἀρχίδαμος τοιαῦτα εἶπεν·
’ 阿尔基达摩斯发表了这样的讲话。
παρελθὼν δὲ Σθενελαΐδας τελευταῖος, εἷς τῶν ἐφόρων τότε ὤν, ἔλεξεν [τοῖς Λακεδαιμονίοις ] ὧδε.
而当时身为监察官之一的斯忒涅莱达斯最后走上前,对拉刻代蒙人发表了如下讲话。