§1.84.1καὶ τὸ βραδὺ καὶ μέλλον, ὃ μέμφονται μάλιστα ἡμῶν, μὴ αἰσχύνεσθε.
绝不要为他们最指责我们的“迟缓”与“拖延”感到羞耻。
σπεύδοντές τε γὰρ σχολαίτερον ἂν παύσαισθε διὰ τὸ ἀπαράσκευοι ἐγχειρεῖν, καὶ ἅμα ἐλευθέραν καὶ εὐδοξοτάτην πόλιν διὰ παντὸς νεμόμεθα.
因为如果你们仓促行动,由于无准备而着手,反而会更慢结束;而且同时,我们始终治理着一个自由且享有极高声誉的城邦。
§1.84.2καὶ δύναται μάλιστα σωφροσύνη ἔμφρων τοῦτ’ εἶναι· μόνοι γὰρ δι’ αὐτὸ εὐπραγίαις τε οὐκ ἐξυβρίζομεν καὶ ξυμφοραῖς ἧσσον ἑτέρων εἴκομεν·
这极有可能正是明智的“自制”;因为唯有依靠它,我们在顺境中不致骄奢,在逆境中也比他人更少屈服。
τῶν τε ξὺν ἐπαίνῳ ἐξοτρυνόντων ἡμᾶς ἐπὶ τὰ δεινὰ παρὰ τὸ δοκοῦν ἡμῖν οὐκ ἐπαιρόμεθα ἡδονῇ, καὶ ἤν τις ἄρα ξὺν κατηγορίᾳ παροξύνῃ, οὐδὲν δὴ μᾶλλον ἀχθεσθέντες ἀνεπείσθημεν.
即使有人用违背我们意愿的赞美来驱使我们涉险,我们也不会因快乐而飘飘然;即便有人用责备来激怒我们,我们也绝不会因此感到恼怒而被其说服。
§1.84.3πολεμικοί τε καὶ εὔβουλοι διὰ τὸ εὔκοσμον γιγνόμεθα, τὸ μὲν ὅτι αἰδὼς σωφροσύνης πλεῖστον μετέχει, αἰσχύνης δὲ εὐψυχία, εὔβουλοι δὲ ἀμαθέστερον τῶν νόμων τῆς ὑπεροψίας παιδευόμενοι καὶ ξὺν χαλεπότητι σωφρονέστερον ἢ ὥστε αὐτῶν ἀνηκουστεῖν, καὶ μὴ τὰ ἀχρεῖα ξυνετοὶ ἄγαν ὄντες τὰς τῶν πολεμίων παρασκευὰς λόγῳ καλῶς μεμφόμενοι ἀνομοίως ἔργῳ ἐπεξιέναι, νομίζειν δὲ τάς τε διανοίας τῶν πέλας παραπλησίους εἶναι καὶ τὰς προσπιπτούσας τύχας οὐ λόγῳ διαιρετάς.
我们之所以既善战又明智,正是由于我们的纪律严明。 善战是因为敬畏最能分有自制,而对耻辱的惧怕产生勇敢;明智是因为我们所受的教育过于朴素而不至于去轻视法律,且由于严厉的管教而非常自制,不至于不服从法律;我们不会在无用的事情上过分聪明,以至于在言辞上把敌人的准备贬得一无是处,但在行动上却无法同样应对;相反,我们受教育去认为邻人的想法与我们相似,而降临的命运并不是可以用言辞来分析预测的。
§1.84.4αἰεὶ δὲ ὡς πρὸς εὖ βουλευομένους τοὺς ἐναντίους ἔργῳ παρασκευαζόμεθα· καὶ οὐκ ἐξ ἐκείνων ὡς ἁμαρτησομένων ἔχειν δεῖ τὰς ἐλπίδας, ἀλλ’ ὡς ἡμῶν αὐτῶν ἀσφαλῶς προνοουμένων.
我们在行动上总是把对手当作做好了周密考虑的人来防备;我们的希望不应寄托在他们会犯错误上,而应寄托在我们自己安全的预见上。
πολύ τε διαφέρειν οὐ δεῖ νομίζειν ἄνθρωπον ἀνθρώπου, κράτιστον δὲ εἶναι ὅστις ἐν τοῖς ἀναγκαιοτάτοις παιδεύεται.
我们不应当认为人与人之间有很大的差别,而应当认为,在最严苛的训练中受教育的人才是最优秀的。