§1.82.1‘οὐ μὴν οὐδὲ ἀναισθήτως αὐτοὺς κελεύω τούς τε ξυμμάχους ἡμῶν ἐᾶν βλάπτειν καὶ ἐπιβουλεύοντας μὴ καταφωρᾶν, ἀλλὰ ὅπλα μὲν μήπω κινεῖν, πέμπειν δὲ καὶ αἰτιᾶσθαι μήτε πόλεμον ἄγαν δηλοῦντας μήθ’ ὡς ἐπιτρέψομεν, κἀν τούτῳ καὶ τὰ ἡμέτερ’ αὐτῶν ἐξαρτύεσθαι ξυμμάχων τε προσαγωγῇ καὶ Ἑλλήνων καὶ βαρβάρων, εἴ ποθέν τινα ἢ ναυτικοῦ ἢ χρημάτων δύναμιν προσληψόμεθα (ἀνεπίφθονον δέ, ὅσοι ὥσπερ καὶ ἡμεῖς ὑπ’ Ἀθηναίων ἐπιβουλευόμεθα, μὴ Ἕλληνας μόνον, ἀλλὰ καὶ βαρβάρους προσλαβόντας διασωθῆναι), καὶ τὰ αὑτῶν ἅμα ἐκποριζώμεθα.
“然而,我绝不是让你们无动于衷地听任他们伤害我们的盟国,也不是让你们对他们的阴谋视而不见;而是主张我们现在先不要动用武器,而是派使者前去抗议,既不要显得过于急于开战,也不要表明我们会容忍。 与此同时,我们应当通过争取希腊人和蛮族人的结盟,来整顿我们自己的装备,以期望能从某处获得海军或资金的力量(对于像我们一样受到雅典人阴谋威胁的所有人来说,为了自救而不仅联合希腊人而且联合蛮族人,是无可非议的),并且让我们同时筹措好自己的资源。
§1.82.2καὶ ἢν μὲν ἐσακούωσί τι πρεσβευομένων ἡμῶν, ταῦτα ἄριστα· ἢν δὲ μή, διελθόντων ἐτῶν δύο καὶ τριῶν ἄμεινον ἤδη, ἢν δοκῇ, πεφραγμένοι ἴμεν ἐπ’ αὐτούς.
如果他们对我们的使团稍有听从,那是最好不过的;如果不然,两三年过去之后,我们已经有了更好的防备,届时如果大家同意,我们再向他们进军。
§1.82.3καὶ ἴσως ὁρῶντες ἡμῶν ἤδη τήν τε παρασκευὴν καὶ τοὺς λόγους αὐτῇ ὁμοῖα ὑποσημαίνοντας μᾶλλον ἂν εἴκοιεν, καὶ γῆν ἔτι ἄτμητον ἔχοντες καὶ περὶ παρόντων ἀγαθῶν καὶ οὔπω ἐφθαρμένων βουλευόμενοι.
也许,当他们看到我们已经做好了准备,而且我们的言辞也隐约透露出与之相符的态度时,他们会更容易屈服,因为他们的土地当时还未被践踏,他们还在为自己眼前拥有且尚未被毁灭的财产而犹豫不决。
§1.82.4μὴ γὰρ ἄλλο τι νομίσητε τὴν γῆν αὐτῶν ἢ ὅμηρον ἔχειν καὶ οὐχ ἧσσον ὅσῳ ἄμεινον ἐξείργασται·
你们绝不要把他们的土地看作是除人质以外的其他东西,而且这块土地耕作得越好,它作为人质的分量就越重。
ἧς φείδεσθαι χρὴ ὡς ἐπὶ πλεῖστον, καὶ μὴ ἐς ἀπόνοιαν καταστήσαντας αὐτοὺς ἀληπτοτέρους ἔχειν.
我们应该尽可能地爱惜它,而不要把他们逼入绝境,从而使他们变得更难对付。
§1.82.5εἰ γὰρ ἀπαράσκευοι τοῖς τῶν ξυμμάχων ἐγκλήμασιν ἐπειχθέντες τεμοῦμεν αὐτήν, ὁρᾶτε ὅπως μὴ αἴσχιον καὶ ἀπορώτερον τῇ Πελοποννήσῳ πράξομεν.
因为,如果我们由于盟友的抱怨而仓促行事,在毫无准备的情况下践踏了他们的土地,那么请大家注意,千万不要让我们给伯罗奔尼撒带来更加可耻、更加棘手的后果。
§1.82.6ἐγκλήματα μὲν γὰρ καὶ πόλεων καὶ ἰδιωτῶν οἷόν τε καταλῦσαι· πόλεμον δὲ ξύμπαντας ἀραμένους ἕνεκα τῶν ἰδίων, ὃν οὐχ ὑπάρχει εἰδέναι καθ’ ὅτι χωρήσει, οὐ ῥᾴδιον εὐπρεπῶς θέσθαι.
无论是城邦还是个人的抱怨,都是可以调解的;但是,如果大家为了私利共同发起了一场战争,而我们又无法预知这场战争将如何发展,那么想要体面地结束这场战争就绝非易事。 ”