§1.81.1τάχ’ ἄν τις θαρσοίη ὅτι τοῖς ὅπλοις αὐτῶν καὶ τῷ πλήθει ὑπερφέρομεν, ὥστε τὴν γῆν δῃοῦν ἐπιφοιτῶντες.
也许有人会因我们在武器和人数上优于他们而感到自信,以至于我们可以频繁入侵并蹂躏他们的土地。
§1.81.2τοῖς δὲ ἄλλη γῆ ἐστὶ πολλὴ ἧς ἄρχουσι, καὶ ἐκ θαλάσσης ὧν δέονται ἐπάξονται.
但是,他们统治着许多其他的土地,并且会从海上运来他们所需要的东西。
§1.81.3εἰ δ’ αὖ τοὺς ξυμμάχους ἀφιστάναι πειρασόμεθα, δεήσει καὶ τούτοις ναυσὶ βοηθεῖν τὸ πλέον οὖσι νησιώταις.
另外,如果我们试图使他们的盟国反叛,我们也必须用船只去援助他们,因为他们大多是岛民。
§1.81.4τίς οὖν ἔσται ἡμῶν ὁ πόλεμος;
那么,我们的战争将会变成什么样呢?
εἰ μὴ γὰρ ἢ ναυσὶ κρατήσομεν ἢ τὰς προσόδους ἀφαιρήσομεν ἀφ’ ὧν τὸ ναυτικὸν τρέφουσι, βλαψόμεθα τὰ πλείω.
因为除非我们能用船只战胜他们,或者夺走他们用以维持海军的收入,否则我们将遭受更大的损失。
§1.81.5κἀν τούτῳ οὐδὲ καταλύεσθαι ἔτι καλόν, ἄλλως τε καὶ εἰ δόξομεν ἄρξαι μᾶλλον τῆς διαφορᾶς.
在那种情况下,甚至连停战都将不再是体面的事,尤其是如果我们被认为比他们更先挑起争端的话。
§1.81.6μὴ γὰρ δὴ ἐκείνῃ γε τῇ ἐλπίδι ἐπαιρώμεθα ὡς ταχὺ παυσθήσεται ὁ πόλεμος, ἢν τὴν γῆν αὐτῶν τέμωμεν.
因为决不要让我们抱有那样的希望,以为如果我们蹂躏他们的土地,战争就会迅速结束。
δέδοικα δὲ μᾶλλον μὴ καὶ τοῖς παισὶν αὐτὸν ὑπολίπωμεν·
相反,我更担心我们甚至会把这场战争留给我们的子孙。
οὕτως εἰκὸς Ἀθηναίους φρονήματι μήτε τῇ γῇ δουλεῦσαι μήτε ὥσπερ ἀπείρους καταπλαγῆναι τῷ πολέμῳ.
因为像雅典人这样有气魄的人,既不会屈服于土地被毁,也不会像毫无经验的人那样对战争感到惊慌,这是理所当然的。