§1.80.1‘καὶ αὐτὸς πολλῶν ἤδη πολέμων ἔμπειρός εἰμι, ὦ Λακεδαιμόνιοι, καὶ ὑμῶν τοὺς ἐν τῇ αὐτῇ ἡλικίᾳ ὁρῶ, ὥστε μήτε ἀπειρίᾳ ἐπιθυμῆσαί τινα τοῦ ἔργου, ὅπερ ἂν οἱ πολλοὶ πάθοιεν, μήτε ἀγαθὸν καὶ ἀσφαλὲς νομίσαντα.
“拉刻代蒙人啊,我本人已经经历过许多战争,并且看到你们当中有许多与我同龄的人,因此谁也不会因为缺乏经验而渴望开战——正如大多数人容易犯的那样——也不会认为战争是件好事且安全的事。
§1.80.2εὕροιτε δ’ ἂν τόνδε περὶ οὗ νῦν βουλεύεσθε οὐκ ἂν ἐλάχιστον γενόμενον, εἰ σωφρόνως τις αὐτὸν ἐκλογίζοιτο.
如果有人能审慎地权衡此事,你们就会发现,你们现在所商议的场战争绝不会是一场小战争。
§1.80.3πρὸς μὲν γὰρ Πελοποννησίους καὶ τοὺς ἀστυγείτονας παρόμοιος ἡμῶν ἡ ἀλκή, καὶ διὰ ταχέων οἷόν τε ἐφ’ ἕκαστα ἐλθεῖν· πρὸς δὲ ἄνδρας οἳ γῆν τε ἑκὰς ἔχουσι καὶ προσέτι θαλάσσης ἐμπειρότατοί εἰσι καὶ τοῖς ἄλλοις ἅπασιν ἄριστα ἐξήρτυνται, πλούτῳ τε ἰδίῳ καὶ δημοσίῳ καὶ ναυσὶ καὶ ἵπποις καὶ ὅπλοις καὶ ὄχλῳ ὅσος οὐκ ἐν ἄλλῳ ἑνί γε χωρίῳ Ἑλληνικῷ ἐστίν, ἔτι δὲ καὶ ξυμμάχους πολλοὺς φόρου ὑποτελεῖς ἔχουσι, πῶς χρὴ πρὸς τούτους ῥᾳδίως πόλεμον ἄρασθαι καὶ τίνι πιστεύσαντας ἀπαρασκεύους ἐπειχθῆναι;
因为对于伯罗奔尼撒人及我们的邻国,我们的战力相差无几,也能够迅速到达各个地方;但是对于那些土地远在他方、而且极擅长航海、在其他一切准备上都极为完善的人——他们拥有私人和公共的财富、船只、马匹、武器,以及比希腊任何其他单一地区都要庞大的人口,此外还拥有众多缴纳贡赋的盟国——我们怎能轻易与他们开战? 我们又凭着对什么的信任,在毫无准备的情况下仓促上阵呢?
§1.80.4πότερον ταῖς ναυσίν;
是凭我们的船只吗?
ἀλλ’ ἥσσους ἐσμέν·
但我们处于劣势。
εἰ δὲ μελετήσομεν καὶ ἀντιπαρασκευασόμεθα, χρόνος ἐνέσται.
而如果我们去训练并进行对抗性的准备,那将需要时间。
ἀλλὰ τοῖς χρήμασιν;
还是凭我们的财力?
ἀλλὰ πολλῷ πλέον ἔτι τούτου ἐλλείπομεν καὶ οὔτε ἐν κοινῷ ἔχομεν οὔτε ἑτοίμως ἐκ τῶν ἰδίων φέρομεν.
但我们在这一方面更是极其匮乏,我们既无公共库房,也无法轻易从私人财产中筹集。 ”