§1.76.1ὑμεῖς γοῦν, ὦ Λακεδαιμόνιοι, τὰς ἐν τῇ Πελοποννήσῳ πόλεις ἐπὶ τὸ ὑμῖν ὠφέλιμον καταστησάμενοι ἐξηγεῖσθε·
至少你们,拉栖代梦人啊,也是为了你们自己的利益而组织并领导伯罗奔尼撒半岛的诸城邦的。
καὶ εἰ τότε ὑπομείναντες διὰ παντὸς ἀπήχθεσθε ἐν τῇ ἡγεμονίᾳ, ὥσπερ ἡμεῖς, εὖ ἴσμεν μὴ ἂν ἧσσον ὑμᾶς λυπηροὺς γενομένους τοῖς ξυμμάχοις καὶ ἀναγκασθέντας ἂν ἢ ἄρχειν ἐγκρατῶς ἢ αὐτοὺς κινδυνεύειν.
如果在当时,你们像我们一样坚持到最后,并在领导权中招致怨恨,我们深知你们对盟友的令人厌恶程度绝不会亚于我们,而且你们也将被迫要么实行严厉统治,要么使自己陷入危险。
§1.76.2οὕτως οὐδ’ ἡμεῖς θαυμαστὸν οὐδὲν πεποιήκαμεν οὐδ’ ἀπὸ τοῦ ἀνθρωπείου τρόπου, εἰ ἀρχήν τε διδομένην ἐδεξάμεθα καὶ ταύτην μὴ ἀνεῖμεν ὑπὸ 〈τριῶν〉 τῶν μεγίστων νικηθέντες, τιμῆς καὶ δέους καὶ ὠφελίας, οὐδ’ αὖ πρῶτοι τοῦ τοιούτου ὑπάρξαντες, ἀλλ᾽ αἰεὶ καθεστῶτος τὸν ἥσσω ὑπὸ τοῦ δυνατωτέρου κατείργεσθαι, ἄξιοί τε ἅμα νομίζοντες εἶναι καὶ ὑμῖν δοκοῦντες μέχρι οὗ τὰ ξυμφέροντα λογιζόμενοι τῷ δικαίῳ λόγῳ νῦν χρῆσθε, ὃν οὐδείς πω παρατυχὸν ἰσχύι τι κτήσασθαι προθεὶς τοῦ μὴ πλέον ἔχειν ἀπετράπετο.
因此,我们接受了送上门来的支配权,并因屈服于三种最强大的力量——荣誉、恐惧和利益——而没有放弃它,在这两点上,我们没有做任何令人惊异的事,也没有做任何违背人类本性的事。 况且,我们也不是这种做法的开创者,因为弱者被强者压制乃是自古以来确立的规律;同时,我们认为自己配得上这一地位,而你们过去也是这样看待我们的,直到现在你们权衡自己的利益,开始使用正义的言论。 然而,至今还没有任何人在有借武力获取利益的机会时,会优先考虑正义而放弃多占便宜。
§1.76.3ἐπαινεῖσθαί τε ἄξιοι οἵτινες χρησάμενοι τῇ ἀνθρωπείᾳ φύσει ὥστε ἑτέρων ἄρχειν δικαιότεροι ἢ κατὰ τὴν ὑπάρχουσαν δύναμιν γένωνται.
而那些在顺应人类本性去统治他人的同时,表现得比其拥有的力量所允许的更为公正的人,是值得称赞的。
§1.76.4ἄλλους γ’ ἂν οὖν οἰόμεθα τὰ ἡμέτερα λαβόντας δεῖξαι ἂν μάλιστα εἴ τι μετριάζομεν· ἡμῖν δὲ καὶ ἐκ τοῦ ἐπιεικοῦς ἀδοξία τὸ πλέον ἢ ἔπαινος οὐκ εἰκότως περιέστη.
因此,我们认为,如果其他人处于我们的位置,最能证明我们是多么地克制;然而对我们来说,恰恰是因为我们的宽大,反而不公地招致了恶名而非赞誉。