§1.75.1‘ἆρ’ ἄξιοί ἐσμεν, ὦ Λακεδαιμόνιοι, καὶ προθυμίας ἕνεκα τῆς τότε καὶ γνώμης ξυνέσεως ἀρχῆς γε ἧς ἔχομεν τοῖς Ἕλλησι μὴ οὕτως ἄγαν ἐπιφθόνως διακεῖσθαι;
“拉栖代梦人啊,难道我们不应该因为当时的热忱和判断的聪慧,至少就我们所拥有的帝国而言,免受希腊人如此过分的怨恨吗?
§1.75.2καὶ γὰρ αὐτὴν τήνδε ἐλάβομεν οὐ βιασάμενοι, ἀλλ’ ὑμῶν μὲν οὐκ ἐθελησάντων παραμεῖναι πρὸς τὰ ὑπόλοιπα τοῦ βαρβάρου, ἡμῖν δὲ προσελθόντων τῶν ξυμμάχων καὶ αὐτῶν δεηθέντων ἡγεμόνας καταστῆναι·
事实上,这支配权本身我们也不是靠武力夺取的,而是因为你们不愿留下对付异族的残余势力,而盟友们亲自前来投奔我们,恳求我们成为他们的领袖。
§1.75.3ἐξ αὐτοῦ δὲ τοῦ ἔργου κατηναγκάσθημεν τὸ πρῶτον προαγαγεῖν αὐτὴν ἐς τόδε, μάλιστα μὲν ὑπὸ δέους, ἔπειτα καὶ τιμῆς, ὕστερον καὶ ὠφελίας.
正是由于这件事情本身的驱使,我们起初被迫将此支配权提升到今天的地步,这主要是出于恐惧,其次是出于荣誉,最后也是出于利益。
§1.75.4καὶ οὐκ ἀσφαλὲς ἔτι ἐδόκει εἶναι τοῖς πολλοῖς ἀπηχθημένους, καί τινων καὶ ἤδη ἀποστάντων κατεστραμμένων, ὑμῶν τε ἡμῖν οὐκέτι ὁμοίως φίλων, ἀλλ’ ὑπόπτων καὶ διαφόρων ὄντων, ἀνέντας κινδυνεύειν· καὶ γὰρ ἂν αἱ ἀποστάσεις πρὸς ὑμᾶς ἐγίγνοντο.
而且,既然我们已经招致了大多数人的憎恨,有些甚至已经叛乱并被我们镇压,而你们对我们也不再像以前那样友好,而是心存猜忌、产生分歧,在这种情况下,放松控制去冒险,似乎已不再安全;因为任何叛乱者都会投靠到你们那一边。
§1.75.5πᾶσι δὲ ἀνεπίφθονον τὰ ξυμφέροντα τῶν μεγίστων πέρι κινδύνων εὖ τίθεσθαι.
在面临最大危险时,任何人妥善安置自己的切身利益,都是无可非议的。 ”