Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §1.73.1-1.73.5

雅典使节的演说与波斯战争功绩

第 73 段,共 917 段 · 希腊语

内容简介

雅典使节表示,他们发言并非为了与盟友争辩,而是为了警告不要仓促做决定,并开始强调他们城邦过去的功绩,特别是波斯战争中在马拉松和萨拉米斯的贡献。

§1.73.1‘ἡ μὲν πρέσβευσις ἡμῶν οὐκ ἐς ἀντιλογίαν τοῖς ὑμετέροις ξυμμάχοις ἐγένετο, ἀλλὰ περὶ ὧν ἡ πόλις ἔπεμψεν·
“我们派遣使团并非为了与你们的盟友进行辩论,而是为了处理我们城邦派遣我们前来的事务。
αἰσθανόμενοι δὲ καταβοὴν οὐκ ὀλίγην οὖσαν ἡμῶν παρήλθομεν οὐ τοῖς ἐγκλήμασι τῶν πόλεων ἀντεροῦντες (οὐ γὰρ παρὰ δικασταῖς ὑμῖν οὔτε ἡμῶν οὔτε τούτων οἱ λόγοι ἂν γίγνοιντο), ἀλλ’ ὅπως μὴ ῥᾳδίως περὶ μεγάλων πραγμάτων τοῖς ξυμμάχοις πειθόμενοι χεῖρον βουλεύσησθε, καὶ ἅμα βουλόμενοι περὶ τοῦ παντὸς λόγου τοῦ ἐς ἡμᾶς καθεστῶτος δηλῶσαι ὡς οὔτε ἀπεικότως ἔχομεν ἃ κεκτήμεθα, ἥ τε πόλις ἡμῶν ἀξία λόγου ἐστίν.
然而,由于觉察到对我们有不小的指责,我们走上前台,并非为了反驳各城邦的指控(因为在你们这些并非裁判官的人面前,无论我们还是他们的辩论都不应进行),而是为了防止你们因轻易听信盟友而在重大事务上做出较差的决定,同时也希望就针对我们的整个言论表明,我们并非不合理地拥有我们所占有的东西,并且我们的城邦是值得提及的。
§1.73.2‘καὶ τὰ μὲν πάνυ παλαιὰ τί δεῖ λέγειν, ὧν ἀκοαὶ μᾶλλον λόγων μάρτυρες ἢ ὄψις τῶν ἀκουσομένων;
况且,对于极古远的事,何必多言? 那些事对于听者而言,传言的见证多于目击。
τὰ δὲ Μηδικὰ καὶ ὅσα αὐτοὶ ξύνιστε, εἰ καὶ δι’ ὄχλου μᾶλλον ἔσται αἰεὶ προβαλλομένοις, ἀνάγκη λέγειν·
但关于波斯战争以及你们自己深知的事情,即使每次提起都会令人感到些许厌烦,我们也不得不谈。
καὶ γὰρ ὅτε ἐδρῶμεν, ἐπ’ ὠφελίᾳ ἐκινδυνεύετο, ἧς τοῦ μὲν ἔργου μέρος μετέσχετε, τοῦ δὲ λόγου μὴ παντός, εἴ τι ὠφελεῖ, στερισκώμεθα.
因为当我们做出那些事迹时,我们是为了共同的利益而冒风险,你们分享了其中实际成果的一部分,如果这确实带来某种益处,就让我们不至于被剥夺关于它的全部名声。
§1.73.3ῥηθήσεται δὲ οὐ παραιτήσεως μᾶλλον ἕνεκα ἢ μαρτυρίου καὶ δηλώσεως πρὸς οἵαν ὑμῖν πόλιν μὴ εὖ βουλευομένοις ὁ ἀγὼν καταστήσεται.
而说出这些,与其说是为了请求宽容,不如说是为了作证和表明,如果你们不审慎决定,你们将面对怎样一个城邦展开斗争。
§1.73.4φαμὲν γὰρ Μαραθῶνί τε μόνοι προκινδυνεῦσαι τῷ βαρβάρῳ καὶ ὅτε τὸ ὕστερον ἦλθεν, οὐχ ἱκανοὶ ὄντες κατὰ γῆν ἀμύνεσθαι, ἐσβάντες ἐς τὰς ναῦς πανδημεὶ ἐν Σαλαμῖνι ξυνναυμαχῆσαι, ὅπερ ἔσχε μὴ κατὰ πόλεις αὐτὸν ἐπιπλέοντα τὴν Πελοπόννησον πορθεῖν, ἀδυνάτων ἂν ὄντων πρὸς ναῦς πολλὰς ἀλλήλοις ἐπιβοηθεῖν.
因为我们断言,在马拉松,我们是唯一单枪匹马在最前线对抗蛮族冒险的人;而当他第二次来袭时,我们因无法在陆地上防守,便举城登上战船,在萨拉米斯共同参与了海战,这阻止了蛮族乘船袭击并逐个摧毁伯罗奔尼撒的各个城邦,因为在面对众多船只时,各邦本来是无法互相救援的。
§1.73.5τεκμήριον δὲ μέγιστον αὐτὸς ἐποίησεν· νικηθεὶς γὰρ ταῖς ναυσὶν ὡς οὐκέτι αὐτῷ ὁμοίας οὔσης τῆς δυνάμεως κατὰ τάχος τῷ πλέονι τοῦ στρατοῦ ἀνεχώρησεν.
而他自己给出了最大的证明:因为在海战中战败后,他认为自己的力量已不再如前,便带着大军的大部分匆忙撤退。 ”

词汇与语法注释

  1. §1.73.1παρήλθομεν — 修饰动词 `παρήλθομεν`(我们上前来)的表示目的和动机的结构是不对称的(破格文体,anacoluthon)。它由三部分组成:首先是否定分词 `οὐκ ἀντεροῦντες`(并非为了反驳),其次是目的从句 `ἀλλ’ ὅπως μὴ... βουλεύσησθε`(而是为了防止你们……),最后是分词短语 `καὶ ἅμα βουλόμενοι... δηλῶσαι`(同时希望表明……)。
  2. §1.73.2ὧν ἀκοαὶ — 先行词是 `τὰ μὲν πάνυ παλαιά`(极古远的事)。`λόγων`(言语的)修饰 `ἀκοαὶ`(传闻),意为“口头传言”。`τῶν ἀκουσομένων`(将要听的人)指正在听演讲的拉刻代蒙人,修饰名词 `ὄψις`(目击/直接经历)。
  3. §1.73.2στερισκώμεθα — 动词 `στερέω`(剥夺)的被动语态现在时虚拟语气第一人称复数形式。与否定词 `μή` 连用,起劝诱(或表达强烈的内心意图)作用,意为“让我们不至于被剥夺……”或“我们不应被剥夺……”,表达了雅典人对于自身名誉和发言权的强烈主张与关切。
  4. §1.73.4ἀδυνάτων ἂν ὄντων — 这是一个属格独立结构,其逻辑主语(伯罗奔尼撒人)需从上下文补出。分词 `ὄντων` 加上小词 `ἄν`,表示过去的反事实虚拟(若非萨拉米斯海战的胜利,他们本来是无法互相救援的)。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §1.73.1-1.73.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:1.73.1-1.73.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。