§1.71.1‘ταύτης μέντοι τοιαύτης ἀντικαθεστηκυίας πόλεως, ὦ Λακεδαιμόνιοι, διαμέλλετε καὶ οἴεσθε τὴν ἡσυχίαν οὐ τούτοις τῶν ἀνθρώπων ἐπὶ πλεῖστον ἀρκεῖν οἳ ἂν τῇ μὲν παρασκευῇ δίκαια πράσσωσι, τῇ δὲ γνώμῃ, ἢν ἀδικῶνται, δῆλοι ὦσι μὴ ἐπιτρέψοντες, ἀλλ’ ἐπὶ τῷ μὴ λυπεῖν τε τοὺς ἄλλους καὶ αὐτοὶ ἀμυνόμενοι μὴ βλάπτεσθαι τὸ ἴσον νέμετε.
“然而,拉刻代蒙人啊,面对着这样一个与你们对峙的城邦,你们却在一味拖延,并且不认为平稳最能持久地留给这样的人:他们不仅在防备上行使正义,而且在意志上明确表示一旦受损决不姑息。 相反,你们将公平完全规定在不伤害他人、且在自卫中不使自己受损这一底线之上。
§1.71.2μόλις δ’ ἂν πόλει ὁμοίᾳ παροικοῦντες ἐτυγχάνετε τούτου· νῦν δ᾽, ὅπερ καὶ ἄρτι ἐδηλώσαμεν, ἀρχαιότροπα ὑμῶν τὰ ἐπιτηδεύματα πρὸς αὐτούς ἐστιν.
如果你们与一个和你们相似的城邦为邻,你们或许还勉强能保全这一点;但现在,正如我们刚才所指出的,你们的习俗在他们面前已经显得陈旧过时。
§1.71.3ἀνάγκη δὲ ὥσπερ τέχνης αἰεὶ τὰ ἐπιγιγνόμενα κρατεῖν·
如同技艺一样,后起之物总是必然战胜旧有之物。
καὶ ἡσυχαζούσῃ μὲν πόλει τὰ ἀκίνητα νόμιμα ἄριστα, πρὸς πολλὰ δὲ ἀναγκαζομένοις ἰέναι πολλῆς καὶ τῆς ἐπιτεχνήσεως δεῖ.
对于一个守静的城邦而言,不可动摇的法度固然是最好的;但对于被迫要应付诸多事务的人来说,极大的技术创新是必不可少的。
δι’ ὅπερ καὶ τὰ τῶν Ἀθηναίων ἀπὸ τῆς πολυπειρίας ἐπὶ πλέον ὑμῶν κεκαίνωται.
正因如此,雅典人的制度凭借其丰富的经验,已经比你们的制度革新得更为深远。
§1.71.4μέχρι μὲν οὖν τοῦδε ὡρίσθω ὑμῶν ἡ βραδυτής·
因此,你们的拖延应当以此为限。
νῦν δὲ τοῖς τε ἄλλοις καὶ Ποτειδεάταις, ὥσπερ ὑπεδέξασθε, βοηθήσατε κατὰ τάχος ἐσβαλόντες ἐς τὴν Ἀττικήν, ἵνα μὴ ἄνδρας τε φίλους καὶ ξυγγενεῖς τοῖς ἐχθίστοις προῆσθε καὶ ἡμᾶς τοὺς ἄλλους ἀθυμίᾳ πρὸς ἑτέραν τινὰ ξυμμαχίαν τρέψητε.
现在,正如你们所承诺的那样,通过迅速入侵阿提卡,来援助其他同盟国和波提狄亚人,以免将你们的朋友和亲属拱手让给最可恨的敌人,并使我们其余的人在绝望中转向其他的同盟。
§1.71.5δρῷμεν δ’ ἂν ἄδικον οὐδὲν οὔτε πρὸς θεῶν τῶν ὁρκίων οὔτε πρὸς ἀνθρώπων τῶν αἰσθανομένων·
如果我们这样做,无论是对于监誓的神明,还是对于有洞察力的人类,我们都没有犯下任何不义。
λύουσι γὰρ σπονδὰς οὐχ οἱ δι’ ἐρημίαν ἄλλοις προσιόντες, ἀλλ’ οἱ μὴ βοηθοῦντες οἷς ἂν ξυνομόσωσιν.
因为背弃条约的,并不是那些因被孤立而投奔他人的人,而是那些不援助与自己立誓结盟者的人。
§1.71.6βουλομένων δὲ ὑμῶν προθύμων εἶναι μενοῦμεν·
但如果你们愿意展现热诚,我们就会留下。
οὔτε γὰρ ὅσια ἂν ποιοῖμεν μεταβαλλόμενοι οὔτε ξυνηθεστέρους ἂν ἄλλους εὕροιμεν.
因为一旦改变立场,我们既无法对神明尽虔敬之责,也无法找到比你们更相熟契合的盟友。
§1.71.7πρὸς τάδε βουλεύεσθε εὖ καὶ τὴν Πελοπόννησον πειρᾶσθε μὴ ἐλάσσω ἐξηγεῖσθαι ἢ οἱ πατέρες ὑμῖν παρέδοσαν.
对此请深思熟虑,并努力引导伯罗奔尼撒,使其不逊于你们的父辈所传承给你们的基业。
’
”