Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §1.67.1-1.67.5

斯巴达盟军会议与各邦对雅典的控诉

第 67 段,共 917 段 · 希腊语

内容简介

受波提狄亚包围的推动,科林斯人召集盟友前往拉刻代蒙。在埃吉纳人和麦加拉人纷纷诉说对雅典的不满之际,科林斯人最后登台发言。

§1.67.1πολιορκουμένης δὲ τῆς Ποτειδαίας οὐχ ἡσύχαζον, ἀνδρῶν τε σφίσιν ἐνόντων καὶ ἅμα περὶ τῷ χωρίῳ δεδιότες·
在波提狄亚受到包围的情况下,他们(科林斯人)无法保持沉默,因为他们自己的男子还在城内,同时他们也为该地感到担忧。
παρεκάλουν τε εὐθὺς ἐς τὴν Λακεδαίμονα τοὺς ξυμμάχους καὶ κατεβόων ἐλθόντες τῶν Ἀθηναίων ὅτι σπονδάς τε λελυκότες εἶεν καὶ ἀδικοῖεν τὴν Πελοπόννησον.
他们立即召集盟友前往拉刻代蒙,并于抵达后强烈谴责雅典人,声称其破坏了条约,正在对伯罗奔尼撒施加不义。
§1.67.2Αἰγινῆταί τε φανερῶς μὲν οὐ πρεσβευόμενοι, δεδιότες τοὺς Ἀθηναίους, κρύφα δὲ οὐχ ἥκιστα μετ’ αὐτῶν ἐνῆγον τὸν πόλεμον, λέγοντες οὐκ εἶναι αὐτόνομοι κατὰ τὰς σπονδάς.
埃吉纳人因畏惧雅典人而未公开派遣使节,但在暗中,他们绝非最不积极地与科林斯人一同煽动战争者,声称根据条约他们未能享有自主。
§1.67.3οἱ δὲ Λακεδαιμόνιοι προσπαρακαλέσαντες τῶν ξυμμάχων τε καὶ εἴ τίς τι ἄλλο ἔφη ἠδικῆσθαι ὑπὸ Ἀθηναίων, ξύλλογον σφῶν αὐτῶν ποιήσαντες τὸν εἰωθότα λέγειν ἐκέλευον.
拉刻代蒙人不仅召集了盟国中的代表,还召集了其他任何声称受到雅典人侵害的人,在召开了他们惯常的内部集会后,便示意他们发言。
§1.67.4καὶ ἄλλοι τε παριόντες ἐγκλήματα ἐποιοῦντο ὡς ἕκαστοι καὶ Μεγαρῆς, δηλοῦντες μὲν καὶ ἕτερα οὐκ ὀλίγα διάφορα, μάλιστα δὲ λιμένων τε εἴργεσθαι τῶν ἐν τῇ Ἀθηναίων ἀρχῇ καὶ τῆς Ἀττικῆς ἀγορᾶς παρὰ τὰς σπονδάς.
其他人也纷纷上前,各自提出控诉,其中尤以麦加拉人为甚。 他们除了指明其他不少分歧之外,最主要的是指出自己违反条约地被排除在雅典帝国管辖下的港口以及阿提卡的市场之外。
§1.67.5παρελθόντες δὲ τελευταῖοι Κορίνθιοι καὶ τοὺς ἄλλους ἐάσαντες πρῶτον παροξῦναι τοὺς Λακεδαιμονίους ἐπεῖπον τοιάδε.
最后,科林斯人走上前来,在先让其他人激怒了拉刻代蒙人之后,发表了如下讲话。

词汇与语法注释

  1. §1.67.1ἀνδρῶν τε σφίσιν ἐνόντων καὶ ἅμα περὶ τῷ χωρίῳ δεδιότες — 两个表示原因的结构被连词 καὶ 非对称地连接在一起:一个是属格独立结构(ἀνδρῶν ... ἐνόντων),另一个是与主句主语(οὐχ ἡσύχαζον 中隐含的科林斯人)相呼应的主格分词(δεδιότες),形成了不协和句法(anacoluthon)。
  2. §1.67.2λέγοντες οὐκ εἶναι αὐτόνομοι — 由于不定式 εἶναι 的逻辑主语与分词 λέγοντες 的主语(埃吉纳人)一致,因此其表语形容词采用了主格形式(αὐτόνομοι)而非宾格形式。
  3. §1.67.3τῶν ξυμμάχων — 部分属格,作为分词 προσπαρακαλέσαντες(进一步召集)的宾语的一部分,意为“盟友中的(那些声称受害的)成员”。
  4. §1.67.4εἴργεσθαι — 现在被动不定式,在由分词 δηλοῦντες(表明)或动词短语 ἐγκλήματα ἐποιοῦντο(控诉)引导的间接引语中作宾语。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §1.67.1-1.67.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:1.67.1-1.67.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。