Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §1.63.1-1.63.3

阿里斯透斯撤回波提狄亚与战后处置

第 63 段,共 917 段 · 希腊语

内容简介

阿里斯透斯历经艰难撤回波提狄亚城内,而来自奥林托斯的援军因雅典人迅速取胜而未及交战便撤回。雅典人建立战胜纪念碑,但自身也损失惨重,包括将军卡里亚斯阵亡。

§1.63.1ἐπαναχωρῶν δὲ ὁ Ἀριστεὺς ἀπὸ τῆς διώξεως, ὡς ὁρᾷ τὸ ἄλλο στράτευμα ἡσσημένον, ἠπόρησε μὲν ὁποτέρωσε διακινδυνεύσῃ χωρήσας, ἢ ἐπὶ τῆς Ὀλύνθου ἢ ἐς τὴν Ποτείδαιαν·
阿里斯透斯在追击后撤回时,看到其余的军队已经战败,便不知该往哪一方向冒险前进,是去往奥林托斯还是进入波提狄亚。
ἔδοξε δ’ οὖν ξυναγαγόντι τοὺς μεθ’ αὑτοῦ ὡς ἐς ἐλάχιστον χωρίον δρόμῳ βιάσασθαι ἐς τὴν Ποτείδαιαν, καὶ παρῆλθε παρὰ τὴν χηλὴν διὰ τῆς θαλάσσης βαλλόμενός τε καὶ χαλεπῶς, ὀλίγους μέν τινας ἀποβαλών, τοὺς δὲ πλείους σώσας.
但他最终决定,将身边的人尽可能紧密地聚集在一起,跑步强行冲入波提狄亚。 他沿着防波堤在海水中穿行,一边遭到射击,艰难前行,虽然损失了少数人,但保全了大多数人。
§1.63.2οἱ δ’ ἀπὸ τῆς Ὀλύνθου τοῖς Ποτειδεάταις βοηθοί (ἀπέχει δὲ ἑξήκοντα μάλιστα σταδίους καὶ ἔστι καταφανές), ὡς ἡ μάχη ἐγίγνετο καὶ τὰ σημεῖα ἤρθη, βραχὺ μέν τι προῆλθον ὡς βοηθήσοντες, καὶ οἱ Μακεδόνες ἱππῆς ἀντιπαρετάξαντο ὡς κωλύσοντες·
另一方面,来自奥林托斯的波提狄亚人援军(该地距离约六十斯塔迪亚,且清晰可见),当看到战斗发生并且信号被升起时,便稍稍向前推进以图救援,而马其顿骑兵也对峙列阵以图阻截。
ἐπειδὴ δὲ διὰ τάχους ἡ νίκη τῶν Ἀθηναίων ἐγίγνετο καὶ τὰ σημεῖα κατεσπάσθη, πάλιν ἐπανεχώρουν ἐς τὸ τεῖχος καὶ οἱ Μακεδόνες παρὰ τοὺς Ἀθηναίους· ἱππῆς δ’ οὐδετέροις παρεγένοντο.
然而,当雅典人迅速取得胜利且信号被降下时,他们便再次退回城墙内,马其顿人也回到了雅典人身边;因此,双方的骑兵都没有参加战斗。
§1.63.3μετὰ δὲ τὴν μάχην τροπαῖον ἔστησαν οἱ Ἀθηναῖοι καὶ τοὺς νεκροὺς ὑποσπόνδους ἀπέδοσαν τοῖς Ποτειδεάταις·
战斗结束之后,雅典人立起了战胜纪念碑,并根据停战协定将尸体归还给波提狄亚人。
ἀπέθανον δὲ Ποτειδεατῶν μὲν καὶ τῶν ξυμμάχων ὀλίγῳ ἐλάσσους τριακοσίων, Ἀθηναίων δὲ αὐτῶν πεντήκοντα καὶ ἑκατὸν καὶ Καλλίας ὁ στρατηγός.
波提狄亚人及其盟友战死者比三百人略少,而雅典人自身则战死了一百五十人,将军卡里亚斯也阵亡了。

词汇与语法注释

  1. §1.63.1διακινδυνεύσῃ — 由疑问词 ὁποτέρωσε 引导的间接疑问句中的 deliberative subjunctive(考虑语气虚拟语气)。尽管主句为过去时态(ἠπόρησε),通常应随之使用希求语气(optative),但此处保留了虚拟语气,起到了生动展现当时阿里斯透斯内心紧迫抉择的效果。
  2. §1.63.1ξυναγαγόντι — 与非人称动词 ἔδοξε 所支配的省略与格代词(αὐτῷ,“对他而言[决定了]”)相一致的与格分词,指代逻辑主语阿里斯透斯。这是希腊语中一种常见的构文,用来修饰不定式(βιάσασθαι)的逻辑主语,在此与与格一致,而非使用宾格形式(ξυναγαγόντα)。
  3. §1.63.2οἱ δ’ ἀπὸ τῆς Ὀλύνθου τοῖς Ποτειδεάταις βοηθοί — 形容词 βοηθός 在此带有冠词 οἱ,作名词使用,意为“救援队”或“援助者”。与格的 τοῖς Ποτειδεάται斯 是利益与格(“为了波提狄亚人”),而介词短语 ἀπὸ τῆς Ὀλύνθου 则表示其来源地,用作修饰。
  4. §1.63.2ἱππῆς δ’ οὐδετέροις παρεγένοντο — 此处与格 οὐδετέροις(“对双方任何一方”)说明,由于马其顿骑兵(雅典一方)和奥林托斯的骑兵(波提狄亚一方)彼此对峙牵制,结果双方的骑兵均未真正参与到步兵之间的主战场中。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §1.63.1-1.63.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:1.63.1-1.63.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。