§1.64.1τὸ δὲ ἐκ τοῦ ἰσθμοῦ [τεῖχος ] εὐθὺς οἱ Ἀθηναῖοι ἀποτειχίσαντες ἐφρούρουν· τὸ δ’ ἐς τὴν Παλλήνην ἀτείχιστον ἦν·
至于地峡一侧的[城墙],雅典人立即修筑围墙将其封锁并驻兵防守;而面向帕勒涅的一侧则未筑城墙。
οὐ γὰρ ἱκανοὶ ἐνόμιζον εἶναι ἔν τε τῷ ἰσθμῷ φρουρεῖν καὶ ἐς τὴν Παλλήνην διαβάντες τειχίζειν, δεδιότες μὴ σφίσιν οἱ Ποτειδεᾶται καὶ οἱ ξύμμαχοι γενομένοις δίχα ἐπίθωνται.
因为他们认为,既要在地峡驻防,又要渡海到帕勒涅修筑围墙,自己的兵力是不够的,他们担心如果自己兵分两路,波提狄亚人及其盟友会乘机进攻他们。
§1.64.2καὶ πυνθανόμενοι οἱ ἐν τῇ πόλει Ἀθηναῖοι τὴν Παλλήνην ἀτείχιστον οὖσαν, χρόνῳ ὕστερον πέμπουσιν ἑξακοσίους καὶ χιλίους ὁπλίτας ἑαυτῶν καὶ Φορμίωνα τὸν Ἀσωπίου στρατηγόν·
在雅典城内的雅典人得知帕勒涅一侧未筑城墙后,过了一段时间,派遣了一千六百名他们自己的重装步兵,以及阿索皮奥斯之子、将军福尔米翁。
ὃς ἀφικόμενος ἐς τὴν Παλλήνην καὶ ἐξ Ἀφύτιος ὁρμώμενος προσήγαγε τῇ Ποτειδαίᾳ τὸν στρατὸν κατὰ βραχὺ προϊὼν καὶ κείρων ἅμα τὴν γῆν, ὡς δὲ οὐδεὶς ἐπεξῄει ἐς μάχην, ἀπετείχισε τὸ ἐκ τῆς Παλλήνης [τεῖχος ].
他抵达帕勒涅后,以阿菲提斯为基地出发,率军向波提狄亚推进,一边缓慢前进,一边沿途蹂躏土地;由于没有人出城迎战,他便将帕勒涅一侧的[城墙]修筑围墙封锁起来。
§1.64.3καὶ οὕτως ἤδη κατὰ κράτος ἡ Ποτείδαια ἀμφοτέρωθεν ἐπολιορκεῖτο καὶ ἐκ θαλάσσης ναυσὶν ἅμα ἐφορμούσαις.
就这样,波提狄亚现在已经被两面彻底合围,同时在海上也有战舰进行封锁。