Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §1.60.1-1.60.3

科林斯派遣阿里斯透斯率援军前往色雷斯

第 60 段,共 917 段 · 希腊语

内容简介

因担忧波提狄亚的叛乱和雅典的动向,科林斯人派遣了由阿里斯透斯率领的志愿军和雇佣兵前往色雷斯地区。

§1.60.1καὶ ἐν τούτῳ οἱ Κορίνθιοι, τῆς Ποτειδαίας ἀφεστηκυίας καὶ τῶν Ἀττικῶν νεῶν περὶ Μακεδονίαν οὐσῶν, δεδιότες περὶ τῷ χωρίῳ καὶ οἰκεῖον τὸν κίνδυνον ἡγούμενοι πέμπουσιν ἑαυτῶν τε ἐθελοντὰς καὶ τῶν ἄλλων Πελοποννησίων μισθῷ πείσαντες ἑξακοσίους καὶ χιλίους τοὺς πάντας ὁπλίτας καὶ ψιλοὺς τετρακοσίους.
在此期间,由于波提狄亚已经叛乱,而阿提卡的战船正在马其顿一带,科林斯人担心该地的安危,并认为这一危险与自己切身相关,于是派遣了他们自己的志愿兵,以及用雇金说服的其他伯罗奔尼撒人,重装步兵总共一千六百人,轻装步兵四百人。
§1.60.2ἐστρατήγει δὲ αὐτῶν Ἀριστεὺς ὁ Ἀδειμάντου, κατὰ φιλίαν τε αὐτοῦ οὐχ ἥκιστα οἱ πλεῖστοι ἐκ Κορίνθου στρατιῶται ἐθελονταὶ ξυνέσποντο· ἦν γὰρ τοῖς Ποτειδεάταις αἰεί ποτε ἐπιτήδειος.
他们的将军是阿德伊曼托斯之子阿里斯透斯,来自科林斯的多数士兵作为志愿兵跟随他,在很大程度上是出于同他的私交;因为他一向对波提狄亚人十分友好。
§1.60.3καὶ ἀφικνοῦνται τεσσαρακοστῇ ἡμέρᾳ ὕστερον ἐπὶ Θρᾴκης ἢ Ποτείδαια ἀπέστη.
他们在波提狄亚叛乱后的第四十天抵达色雷斯地区。

词汇与语法注释

  1. §1.60.1τῆς Ποτειδαίας ἀφεστηκυίας καὶ τῶν Ἀττικῶν νεῶν περὶ Μακεδονίαν οὐσῶν — 属格独立结构(genitive absolute),用以说明主句动作发生的原因或背景。
  2. §1.60.2κατὰ φιλίαν τε αὐτοῦ — αὐτοῦ 是修饰 φιλίαν 的宾格性属格(objective genitive),意为“对他的(即对阿里斯透斯的)交情”。
  3. §1.60.3τεσσαρακοστῇ ἡμέρᾳ ὕστερον ... ἢ Ποτείδαια ἀπέστη — 比较级副词 ὕστερον 后接 ἢ,用以表示时间上的先后关系(“在……之后”),相当于拉丁语中的 postquam 句式。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §1.60.1-1.60.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:1.60.1-1.60.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。