§1.61.1ἦλθε δὲ καὶ τοῖς Ἀθηναίοις εὐθὺς ἡ ἀγγελία τῶν πόλεων ὅτι ἀφεστᾶσι, καὶ πέμπουσιν, ὡς ᾔσθοντο καὶ τοὺς μετ’ Ἀριστέως ἐπιπαριόντας, δισχιλίους ἑαυτῶν ὁπλίτας καὶ τεσσαράκοντα ναῦς πρὸς τὰ ἀφεστῶτα, καὶ Καλλίαν τὸν Καλλιάδου πέμπτον αὐτὸν στρατηγόν,
雅典人也立即收到了各城邦叛乱的消息,当得知跟随阿里斯透斯的军队也作为援军赶来时,他们派遣了自己两千名重装步兵和四十艘战船前往叛乱地区,并派遣卡里亚德斯之子卡里亚斯作为五名将军之一(包括他本人在内)。
§1.61.2οἳ ἀφικόμενοι ἐς Μακεδονίαν πρῶτον καταλαμβάνουσι τοὺς προτέρους χιλίους Θέρμην ἄρτι ᾑρηκότας καὶ Πύδναν πολιορκοῦντας.
他们抵达马其顿后,首先与先期到达的一千人汇合,这些人刚刚攻克了瑟尔梅,正在包围皮德纳。
§1.61.3προσκαθεζόμενοι δὲ καὶ αὐτοὶ τὴν Πύδναν ἐπολιόρκησαν μέν, ἔπειτα δὲ ξύμβασιν ποιησάμενοι καὶ ξυμμαχίαν ἀναγκαίαν πρὸς τὸν Περδίκκαν, ὡς αὐτοὺς κατήπειγεν ἡ Ποτείδαια καὶ ὁ Ἀριστεὺς παρεληλυθώς, ἀπανίστανται ἐκ τῆς Μακεδονίας,
他们自己也驻扎下来包围皮德纳,但随后,由于波提狄亚的局势和已经到达的阿里斯透斯催促着他们,他们与佩尔迪卡斯达成了权宜的协定与同盟,从而撤离了马其顿。
§1.61.4καὶ ἀφικόμενοι ἐς Βέροιαν κἀκεῖθεν ἐπὶ Στρέψαν καὶ πειράσαντες πρῶτον τοῦ χωρίου καὶ οὐχ ἑλόντες ἐπορεύοντο κατὰ γῆν πρὸς τὴν Ποτείδαιαν, τρισχιλίοις μὲν ὁπλίταις ἑαυτῶν, χωρὶς δὲ τῶν ξυμμάχων πολλοῖς, ἱππεῦσι δὲ ἑξακοσίοις Μακεδόνων τοῖς μετὰ Φιλίππου καὶ Παυσανίου· ἅμα δὲ νῆες παρέπλεον ἑβδομήκοντα.
他们来到贝罗埃亚,又从那里前往斯特雷普萨,首先尝试夺取该地但未能成功,于是带着自己三千名重装步兵、此外还有许多盟军,以及随同腓力和保萨尼阿斯的六百名马其顿骑兵,由陆路向波提狄亚前进;与此同时,七十艘战船沿岸并航。
§1.61.5κατ’ ὀλίγον δὲ προϊόντες τριταῖοι ἀφίκοντο ἐς Γίγωνον καὶ ἐστρατοπεδεύσαντο.
他们缓缓推进,在第三天抵达吉戈诺斯并安营扎寨。